- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 8

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 8)

γογγυλίδες.? ταύτας Ἀπολλᾶς ἐν τῷ περὶ τῶν ἐν Πελοποννήσῳ πόλεων ὑπὸ Λακεδαιμονίων γάστρας φησὶ καλεῖσθαι. Νίκανδρος δ ὁ Κολοφώνιος ἐν ταῖς Γλώσσαις παρὰ Βοιωτοῖς γάστρας ὀνομάζεσθαι τὰς κράμβας, τὰς δὲ γογγυλίδας ζεκελτίδας, Ἀμερίας δὲ καὶ Τιμαχίδας τὰς κολοκύντας ζεκελτίδας καλεῖσθαι. "γογγυλίς, ῥάφυς, ἀνάρρινον ὅμοια. τὴν δὲ ῥάφυν Γλαῦκος ἐν τῷ Ὀψαρτυτικῷ διὰ τοῦ π ψιλῶς καλεῖ ῥάπυν. τούτοις δ οὐδὲν ἄλλο ἐστὶν ὅμοιον εἰ μὴ ἡ νῦν προσαγορευομένη βουνιάς. Θεόφραστος δέ βουνιάδα μὲν οὐκ ὀνομάζει, ἄρρενα δἐ καλεῖ τινα γογγυλίδα, καὶ ἴσως αὕτη ἐστὶν ἡ βουνιάς. Νίκανδρος δ ἐν τοῖς Γεωργικοῖς τῆς βουνιάδος μνημονεύει: γογγυλίδας σπείροις δὲ κυλινδρωτῆς ἐφ ἅλωος, ὄφρ ἂν ἴσαι πλαθάνοισι χαμηλότεραι θαλέθωσι. βουνιάδες δ ἶσαι ῥαφάνοις κείσθων ἰδὲ δαῦκοι.

γογγυλίδος δισσὴ γὰρ ἰδ ἐκ ῥαφάνοιο γενέθλη μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι. Κηφισιακῶν δὲ γογγυλίδων μνημονεύει Κράτης ἐν Ῥήτορσιν οὕτως κηφισιακαῖσι γογγυλίσιν ὅμοια πάνυ. Θεόφραστος δὲ γογγυλίδων φησὶν εἶναι γένη δύο, ἄρρεν καὶ θῆλυ: γίνεσθαι δ ἄμφω ἐκ τοῦ αὐτοῦ σπέρματος. Ποσειδώνιος δ ὁ ἀπὸ τῆς στοᾶς ἐν τῇ ἑβδόμῃ καὶ εἰκοστῇ τῶν ἱστοριῶν περὶ τὴν Δαλματίαν φησὶ γίγνεσθαι γογγυλίδας ἀκηπεύτους καὶ ἀγρίους σταφυλίνους. "λεπτυντική ἐστι καὶ δριμεῖα καὶ δύσπεπτος, ἔτι δὲ πνευματωτική.

"γογγυλὶς μᾶλλον πέττεται, περιττότερον δὲ λεπτύνει. ταύτης μνημονεύει Εὔβουλος ἐν Ἀγκυλίωνι οὕτως: ὀπτήσιμον γογγυλίδα ταυτηνὶ φέρω.

καὶ Ἄλεξις ἐν Θεοφορήτῳ λαλῶ Πτολεμαίῳ γογγυλίδος ὀπτῶν τόμους, ἡ δὲ ταριχευομένη. γογγυλὶς λεπτυντικωτέρα ἐστὶ τῆς ἑφθῆς καὶ μάλιστα ἡ διὰ νάπυος γινομένη, ὥς φησιν ὁ Δίφιλος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION