호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ κωλῆνα δὲ λέγουσι καὶ κωλῆν.? Εὔπολις Αὐτολύκῳ : σκέλη δὲ καὶ κωλῆνες εὐθὺ τοὐρόφου. Εὐριπίδης Σκίρωνι: οὐδὲ κωλῆνες νεβρῶν. ἀπὸ δὲ τοῦ κωλέα συνῃρημένον ἐστὶν ὡς συκέα συκῆ, λεοντέα λεοντῆ, κωλέα κωλῆ. Ἀριστοφάνης Πλούτῳ δευτέρῳ : οἴμοι δὲ κωλῆς, ἣν ἐγὼ κατήσθιον, καὶ ἐν Δαιταλεῦσι: καὶ δελφακίων ἁπαλῶν κωλαῖ καὶ χναυμάτια πτερόεντα. ἐν δὲ Πελαργοῖς: κεφαλὰς τ ἀρνῶν κωλᾶς τ ἐρίφων. Πλάτων Γρυψὶν ἰχθῦς, κωλᾶς, φύσκας. Ἀμειψίας Κόννῳ: δίδοται μάλισθ ἱερώσυνα, κωλῆ, τὸ πλευρόν, ἡμίκραιρ ἀριστερά. Ξενοφῶν Κυνηγετικῷ: κωλῆν σαρκώδη, λαγόνας ὑγράς. καὶ Ξενοφάνης δ ὁ Κολοφώνιος ἐν τοῖς ἐλεγείοις φησί: πέμψας γὰρ κωλῆν ἐρίφου σκέλος ἤραο πῖον ταύρου λαρινοῦ, τίμιον ἀνδρὶ λαχεῖν, τοῦ κλέος Ἑλλάδα πᾶσαν ἐφίξεται οὐδ ἀπολήξει ἔστ ἂν ἀοιδάων ᾖ γένος Ἑλλαδικόν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기