호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπὶ τοῦ σκεύους οὖν εἴρηκεν, ὦ φιλότης Μυρτίλε προήρπασα γάρ σου τὸν λόγον, Ἀντιφάνης Βοιωτίδι:? καλέσας τε παρατίθησιν ἐν παροψίδι. καὶ Ἄλεξις ἐν Ἡσιόνη ὡς εἶδε τὴν τράπεζαν ἀνθρώπους δύο φέροντας εἴσω ποικίλων παροψίδων κόσμου βρύουσαν, οὐκέτ εἰς ἔμ ἔβλεπεν. καὶ ὁ τὰ εἰς Μάγνητα ἀναφερόμενα ποιήσας ἐν Διονύσῳ πρώτῳ: ι καὶ ταῦτα μέν μοι τῶν κακῶν παροψίδες. Ἀχαιὸς δ ἐν Αἴθωνι σατυρικῷ:
κεκερματίσθω δ ἄλλα μοι παροψίδων κάθεφθα καὶ κνισηρὰ παραφλογίσματα. Σωτάδης δ ὁ κωμικὸς Παραλυτρουμένῳ: παροψὶς εἶναι φαίνομαι τῷ Κρωβύλῳ: τοῦτον μασᾶται, παρακατεσθίει δ ἐμέ. ἀμφιβόλως δ εἴρηται τὸ παρὰ τῷ Ξενοφῶντι ἐν πρώτῳ Παιδείας, φησὶ γὰρ ὁ φιλόσοφος προσῆγεν αὐτῷ παροψίδας καὶ παντοδαπὰ ἐμβάμματα καὶ βρώματα καὶ παρὰ τῷ τὸν Χείρωνα δὲ πεποιηκότι τὸν εἰς Φερεκράτην ἀναφερόμενον ἐπὶ ἡδύσματος ἡ παροψὶς κεῖται καὶ οὐχ, ὡς Δίδυμος ἐν τῷ περὶ παρεφθορυίας λέξεως, ἐπὶ τοῦ ἀγγείου. φησὶ γάρ:
νὴ τὸν Δί οὗτοί γ ὥσπερ αἱ παροψίδες τὴν αἰτίαν ἔχουσ1 ἀπὸ τῶν ἡδυσμάτων, αὐτοὺς δ ὁ καλέσας ἀξιοῖ τοῦ μηδενός. Νικοφῶν Σειρῆσιν ἀλλᾶς μαχέσθω περὶ ἕδρας παροψίδι. Ἀριστοφάνης Δαιδάλῳ: πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.
Πλάτων Εὁρταῖς: ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες. περὶ βολβῶν δ ἀρτύσεως καὶ σκευασίας τὸν λόγοι ποιεῖται. οἱ δ Ἀττικοί, ὦ Συραττικὲ Οὐλπιανέ, καὶ ἔμβαμμα λέγουσιν, ὡς Θεόπομπος ἐν Εἰρήνῃ: ἔμβαμμα τοῖς ἄρτοις πονηρὸν γίγνεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기