호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σιωπῶντος οὖν τοῦ Οὐλπιανοῦ, ἀλλ ἐγώ, φησὶν ὁ Λεωνίδης, εἰπεῖν εἰμι δίκαιος πολλὰ ἤδη σιωπήσας:? πολλοῖς δ ἀντιλέγειν κατὰ τὸν Πάριον Εὐήνον ἔθος περὶ παντὸς ὁμοίως, ὀρθῶς δ ἀντιλέγειν οὐκέτι τοῦτ ἐν ἔθει:
καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός· σοὶ μὲν ταῦτα: δοκοῦντ ἔστω, ἐμοὶ δὲ τάδε τοὺς ξυνετοὺς δ ἄν τις πείσειε τάχιστα λέγων εὖ, οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기