- 텍스트

Athenaeus, The Deipnosophists, Book 9, book 9, chapter 3

(아테나이오스, The Deipnosophists, Book 9, book 9, chapter 3)

ἡμεῖς μὲν οὖν σοι ταῦτα, καλὲ ἄνθρωπε, ζητοῦντι συνεισευπορήσαμεν σὺ δ ἡμῖν ἀποκρίνασθαι δίκαιος εἶ παρὰ τίνι ἐπὶ τοῦ ἀγγείου ἡ παροψὶς κεῖται, ἐπὶ μὲν γὰρ ὄψου παρεσκευασμένου ποικίλου καὶ εἴδους τινὸς τοιούτου Πλάτωνα οἶδα εἰρηκότα ἐν Εὁρταῖς οὕτως :? ὁπόθεν ἔσοιτο μᾶζα καὶ παροψίδες. βείνου γάρ τινες παροψίδες εἰσ1, ἀντιβολῶ σ1· ἐν δὲ Εὐρώπῃ πάλιν ἐπὶ παροψήματος διὰ πλειόνων εἴρηκεν, ἐν οἷς ἐστι καὶ τάδε: α. γυνὴ καθεύδουσ1 ἐστὶν ἀργόν. Ζ. μανθάνω. α. ἐγρηγορυίας δ εἰσὶν αἱ παροψίδες αὐταὶ μόνον κρεῖττον πολὺ χρῆμ εἰς ἡδονὴν ἢ τἄλλα. Ζ. κἀν τοῖς δ ἑξῆς δίεισιν ὥσπερ ἐπὶ παροψήματος λέγων τῶν παροψίδων.

ἐν δὲ Φάωνι: τὰ δ ἀλλότρι ἔσθ ὅμοια ταῖς παροψίσι: βραχὺ γάρ τι τέρψαντ ἐξανάλωται ταχύ. Ἀριστοφάνης Δαιδάλῳ: πάσαις γυναιξὶν ἐξ ἑνὸς γέ του τρόπου ὥσπερ παροψὶς μοιχὸς ἐσκευασμένος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION