호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὸς ταῦτα ἀπαντήσας ὁ Ζωίλος ἔφη:? Ἀριστοφάνης, ὦ οὗτος, ἐν Λημνίαις τὸ τακερὸν ἔταξεν ἐπὶ τοῦ τρυφεροῦ λέγων οὕτως : Λῆμνος κυάμους τρέφουσα τακεροὺς καὶ καλούς, καὶ Φερεκράτης Κραπατάλλοις: τακεροὺς ποιῆσαι τοὺς ἐρεβίνθους αὐτόθι. σίνηπυ δ ὠνόμασε Νίκανδρος ὁ Κολοφώνιος ἐν μὲν Θηριακοῖς οὕτως : ἦ μὴν καὶ σικύην χαλκήρεα ἠὲ σίνηπυ. ἐν δὲ τοῖς Γεωργικοῖς: σπέρματά τ ἐνδάκνοντα σινήπυος. καὶ πάλιν κάρδαμ ἀνάρρινὸν τε μελάμφυλλόν τε σίνηπυ. Κράτης δ ἐν τοῖς περὶ τῆς Ἀττικῆς λέξεως Ἀριστοφάνη παριστᾷ λέγοντα: κἄβλεπε σίναπυ καὶ τὰ πρόσωπ ἀνέσπασε, καθά φησι Σέλευκος ἐν τοῖς περὶ Ἑλληνισμοῦ:
τουτὶ τὸ κακὸν οὔκ ἐστ ἔτι κακὸν τὸ θυγάτριὸν γέ μου σεσινάπικεν διὰ τῆς ξένης. ἐστὶ δ ὁ στίχος ἐξ Ἱππέων καὶ ἔχει οὕτως: κἄβλεψε νᾶπυ. οὐδεὶς δ Ἀττικῶν σίναπυ ἔφη. ἔχει δὲ ἑκάτερον λόγον. νᾶπυ μὲν γὰρ οἱο῀ν νᾶφυ, ὅτι ἐστέρηται φύσεως: ἀφυὲς γάρ καὶ μικρόν, ὥσπερ καὶ ἡ ἀφύη. σίναπυ δὲ ὅτι σίνεται τοὺς ὦπας ἐν τῇ ὀδμῇ, ὡς καὶ τὸ κρόμμυον ὅτι τὰς κόρας μύομεν. Ξέναρχος δὲ ὁ κωμῳδιοποιὸς ἐν Σκύθαις ἔφη: ἁλῶν δὲ καὶ ὄξους μέμνηται ὁ καλὸς Ἀριστοφάνης ἐν τοῖς περὶ Σθενέλου τοῦ τραγικοῦ λέγων:
καὶ πῶς ἐγὼ Σθενέλου φάγοιμ ἂν ῥήματα· εἰς ὄξος ἐμβαπτόμενος ἢ λευκοὺς ἅλας·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기