호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ιὄβας μὲν γὰρ ἐν τῷ προειρημένῳ συγγράμματι Αἰγυπτίους φησὶν λέγειν τὸν μόναυλον Ὀσίριδος εἶναι εὑρ´ημα, καθάπερ καὶ τὸν καλούμενον φώτιγγα πλαγίαυλον, οὗ καὶ αὐτοῦ παραστήσομαι μνημονεύοντα ἐλλόγιμον ἄνδρα.? ἐπιχωριάζει γὰρ καὶ ὁ φῶτιγξ αὐλὸς παρ ἡμῖν.
τοῦ δὲ μοναύλου μνημονεύει Σοφοκλῆς μὲν ἐν Θαμύρᾳ οὕτως: : οἴχωκε γὰρ κροτητὰ πηκτίδων μέλη, λύραι μόναυλοί θ οἷς ἐχαίρομεν τέως ναούς τ ἐρημοῖ πισσοκωνίας Ἄρης. Ἀραρὼς δ ἐν Πανὸς γοναῖς: ἀναρπάσας μόναυλον εὐθὺς πῶς δοκεῖς κούφως ἀνήλλετο. Ἀναξανδρίδης δ ἐν Θησαυρῷ:
ἀναλαβὼν μόναυλον ηὔλουν τὸν ὑμέναιον. καὶ ἐν Φιαληφόρῳ: τὸν μόναυλον ποῖ τέτροφας· οὗτος Σύρε. β. ποῖον μόναυλον· α. τὸν κάλαμον. Σώπατρος Βακχίδι: καὶ τὸ μόναυλον μέλος ἤχησε. "παντὸς δὲ ὀργάνου κατὰ μίτον ἧπται, κροτάλων, ὑπὸ φανοῦ,4 πανδούρου, τῷ τε ἡδεῖ μοναύλῳ τὰς ἡδίστας ἁρμονίας ἀναμινυρίζει. Ποσειδώνιος δ ὁ ἀπὸ τῆς στοᾶς φιλόσοφος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν διηγούμενος περὶ τοῦ Ἀπαμέων πρὸς Λαρισαίους πολέμου γράφει τάδε:
"παραζωνίδια καὶ λογχάρι ἀνειληφότες ἰῷ καὶ ῥύπῳ κεκρυμμένα, πετάσια δ ἐπιτεθειμένοι καὶ προσκόπια σκιὰν μὲν ποιοῦντα, καταπνεῖσθαι δ οὐ κωλύοντα τοὺς τραχήλους, ὄνους ἐφελκόμενοι γέμοντας οἴνου καὶ βρωμάτων παντοδαπῶν, οἷς παρέκειτο φωτίγγια καὶ μοναύλια, κώμων οὐ πολέμων ὄργανα. οὐκ ἀγνοῶ δὲ ὅτι Ἀμερίας ὁ Μακεδὼν ἐν ταῖς Γλώσσαις τιτύρινόν φησι καλεῖσθαι τὸν μόναυλον.
᾿ ἴδε ἀπέχεις, καλὲ Οὐλπιανέ, καὶ τὸν τῆς φώτιγγος μνημονεύοντα ὅτι δὲ ὁ μόναυλος ἦν ὁ νῦν καλούμενος καλαμαύλης σαφῶς παρίστησιν Ἡδύλος ἐν τοῖς ἐπιγράμμασιν οὑτωσὶ λέγων τοῦτο Θέων ὁ μόναυλος ὑπ ἠρίον ὁ γλυκὺς οἰκεῖ αὐλητής, μίμων ἡ ᾿ν θυμέλῃσι Χάρις, τυφλὸς ὑπαὶ γήρως εἶχεν καὶ Σκίρπαλον υἱόν, νήπιον ὅντ ἐκάλει Σκίρπαλον Εὐπαλάμου, ἀείδων αὐτοῦ τὰ γενέθλια: τοῦτο γὰρ εἶχεν τὴν παλαμῶν ἀρετὴν τοὔνομα σημανέων.
ηὔλει δὴ Γλαύκης μεμεθυσμένα παίγνια Μουσέων ἢ τὸν ἐν ἀκρήτοις Βάτταλον ἡδυπότην ἢ καὶ Κώταλον ἢ καὶ Πάκαλον, ἀλλὰ Θέωνα τὸν καλαμαυλήτην εἴπατε χαῖρε Θέων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기