호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πόσῳ δὲ κρεῖττον, ὦ Οὐλπιανὲ σοφώτατε, τὸ ὑδραυλικὸν τοῦτο ὄργανον τοῦ καλουμένου νάβλα, ὅν φησι Σώπατρος ὁ παρῳδὸς ἐν τῷ ἐπιγραφομένῳ δράματι Πύλαι Φοινίκων εἶναι καὶ τοῦτον εὑρ´ημα.? λέγει δ οὕτως :
οὔτε τοῦ Σιδωνίου νάβλα λαρυγγόφωνος ἐκκεχόρδωται τύπος. καὶ ἐν Μυστάκου δὲ θητίῳ φησί: νάβλας ἐν ἄρθροις γραμμάτων οὐκ εὐμελής, ᾧ λωτὸς ἐν πλευροῖσιν ἄψυχος παγεὶς ἔμπνουν ἀνίει μοῦσαν. ἐγρέτου δέ τις τὸν ἡδονῆς μελῳδὸν εὐάζων χορόν.
Φιλήμων ἐν Μοιχῷ: ἔδει παρεῖναι, Παρμένων, αὐλητρίδ ἢ νάβλαν τιν. π. ὁ δὲ νάβλας τί ἐστιν· α οὐκ οἶδας, ἐμβρόντητε σύ· π. μὰ Δία. α. τί φής· οὐκ οἶσθα νάβλαν· οὐδὲν οὖν οἶσθ ἀγαθόν. οὐδὲ σαμβυκίστριαν· καὶ τὸ τρίγωνον δὲ καλούμενον ὄργανον Ιὄβας ἐν τετάρτῳ θεατρικῆς ἱστορίας Σύρων εὑρ´ημά φησιν εἶναι, ὡς καὶ τὸν καλούμενον λυροφοίνικα σαμβύκην. τοῦτο δὲ τὸ ὄργανον Νεάνθης ὁ Κυζικηνὸς ἐν α ῾` Ὥρων εὑρ´ημα εἶναι λέγει Ἰβύκου τοῦ Ῥηγίνου ποιητοῦ, ὡς καὶ Ἀνακρέοντος τὸ βάρβιτον. ἐπεὶ δὲ ἡμῶν τῶν Ἀλεξανδρέων κατατρέχεις ὡς ἀμούσων καὶ τὸν μόναυλον συνεχῶς ὀνομάζεις ἐπιχωριάζοντα παρ ἡμῖν, ἄκουε καὶ περὶ αὐτοῦ ἃ νῦν ἔχω σοι λέγειν ἐν προχείρῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기