- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 76

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 76)

τούτοις δὲ καὶ οἱ Κᾶρες χρῶνται ἐν τοῖς θρήνοις, εἰ μὴ ἄρα καὶ ἡ Καρία Φοινίκη ἐκαλεῖτο, ὡς παρὰ Κορίννῃ καὶ Βακχυλίδῃ ἔστιν εὑρεῖν.? ὀνομάζονται δὲ οἱ αὐλοὶ γίγγροι ὑπὸ τῶν Φοινίκων ἀπὸ πῶν περὶ Ἄδωνιν θρήνων τὸν γὰρ Ἄδωνιν Γίγγρην καλεῖτε ὑμεῖς οἱ Φοίνικες, ὡς ἱστορεῖ Δημοκλείδης. μνημονεύει τῶν γίγγρων αὐλῶν Ἀντιφάνης ἐν Ιἀτρῷ καὶ Μένανδρος ἐν Καρίνῃ Ἄμφις τ ἐν Διθυράμβῳ λέγων οὕτως ἐγὼ δὲ τὸν γίγγραν γε τὸν σοφώτατον.

β. τίς δ ἔσθ ὁ γίγγρας· α. καινὸν ἐξεύρημά τι ἡμέτερον, ὃ θεάτρῳ μὲν οὐδεπώποτε ἔδειξ,2 Ἀθήνησιν δὲ κατακεχρημένον ἐν συμποσίοις ἤδη στί: Β.

διὰ τί δ οὐκ ἄγεις εἰς τὸν ὄχλον αὐτό· α. διότι φυλὴν περιμένω σφόδρα φιλονικοῦσαν λαχεῖν τιν. οἶδα γὰρ ὅτι πάντα πράγματ ἀνατριαινώσει κρότοις. καὶ Ἀξιόνικος ἐν Φιλευριπίδῃ: οὕτω γὰρ ἐπὶ τοῖς μέλεσι τοῖς Εὐριπίδου ἄμφω νοσοῦσιν, ὥστε τἄλλ αὐτοῖς δοκεῖν εἶναι μέλη γιγγραντὰ καὶ κακὸν μέγα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION