- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 73

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 73)

οὐκ ἀγνοῶν δὲ καὶ περὶ Δηλίων ἃ Ἀπολλόδωρος ὁ Ἀθηναῖος εἴρηκεν ὅτι μαγείρων καὶ τραπεζοποιῶν παρείχοντο χρείας τοῖς παραγινομένοις πρὸς τὰς ἱερουργίας, καὶ ὅτι ἦν αὐτοῖς ἀπὸ τῶν πράξεων ὀνόματα Μαγίδες καὶ Γογγύλοι, ἐπειδὴ τὰς μάζας, φησὶν Ἀριστοφάνης,2 ἐν ταῖς θοίναις δι ἡμέρας τρίβοντες παρεῖχον ὥσπερ γυναιξὶ γογγύλας μεμαγμένας.? καλοῦνται δὲ καὶ μέχρι νῦν τινες αὐτῶν Χοίρακοι καὶ Ἀμνοὶ καὶ Ἀρτυσίλεῳ καὶ Σήσαμοι καὶ Ἀρτυσίτραγοι καὶ Κρεωκόροι καὶ Ἰχθυβόλοι, τῶν δὲ γυναικῶν Κυμινάνθαι, κοινῇ δὲ πάντες Ἐλεοδύται διὰ τὸ τοῖς ἐλεοῖς ὑποδύεσθαι διακονοῦντες ἐν ταῖς θοίναις.

ἐλεὸς δ ἐστὶν ἡ μαγειρικὴ τράπεζα. Ὅμηρος: αὐτὰρ ἐπεὶ ῥ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔθηκε. ὅθεν καὶ Πολυκράτων ὁ Κρίθωνος Ῥηναιεὺς δίκην γραφόμενος οὐ Δηλίους αὐτοὺς ὀνομάζει, ἀλλὰ τὸ κοινὸν τῶν Ἐλεοδυτῶν ἐπῃτιάσατο.

καὶ ὁ τῶν Ἀμφικτυόνων δὲ νόμος κελεύει ὕδωρ παρέχειν ἐλεοδύτας, τοὺς τραπεζοποιοὺς καὶ τοὺς τοιούτους διακόνους σημαίνων. καὶ φορμιῶσαι ναῦς ἀναγκάσας δύο,1 εἰς Δῆλον ἐλθεῖν ἠθέλησ1 ἐκ Πειραιῶς, πάντων ἀκούων διότι παρασίτῳ τόπος οὗτος τρία μόνος ἀγαθὰ κεκτῆσθαι δοκεῖ, εὐόψον ἀγοράν, παντοδαπὸν ὁρμοῦντ ὄχλον, αὐτοὺς παρασίτους τοῦ θεοῦ τοὺς Δηλίους.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION