- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 72

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 72)

τοὺς δὲ τὰ πέμματα προσέτι τε τοὺς ποιοῦντας τοὺς πλακοῦντας οἱ πρότερον δημιουργοὺς ἐκάλουν.? Μένανδρος Ψευδηρακλεῖ: καταμεμφόμενος δὲ τοὺς μαγείρους ὡς ἐπιχειροῦντας καὶ οἷς μὴ δεῖ φησιν μάγειρ, ἀηδής μοι δοκεῖς εἶναι σφόδρα, πόσας τραπέζας μέλλομεν ποιεῖν, τρίτον ἤδη μ ἐρωτᾷς, χοιρίδιον ἓν θύομεν, ὀκτὼ ποιήσοντες τραπέζας δ ἢ μίαν, τί σοι διαφέρει τοῦτο· παράθες σήμερον.

οὐκ ἔστι κανδύλους ποεῖν οὐδ οἱᾶ σὺ εἰώθας εἰς ταὐτὸν καρυκεύειν μέλι, σεμίδαλιν, ᾠά: πάντα γὰρ τἀναντία νῦν ἐστιν ὁ μάγειρος γὰρ ἐγχύτους ποεῖ, πλακοῦντας ὀπτᾷ, χόνδρον ἕψει καὶ φέρει μετὰ τὸ τάριχος, εἶτα θρῖον καὶ βότρυς: ἡ δημιουργὸς δ ἀντιπαρατεταγμένη κρεᾴδι ὀπτᾷ καὶ κίχλας τραγήματα. ἔπειθ ὁ δειπνῶν μὲν τραγηματίζεται, μυρισάμενος δὲ καὶ στεφανωσάμενος πάλιν δειπνεῖ μελίπηκτα ταῖς κίχλαις. ὅτι δὲ ἐκεχώριστο τὰ τῆς ὑπουργίας, πεμμάτων μὲν προνοουσῶν τῶν δημιουργῶν, ὀψαρτυτικῆς δὲ τῶν μαγείρων, Ἀντιφάνης διεσάφησεν ἐν Χρυσίδι οὕτως:

τέτταρες δ αὐλητρίδες ἔχουσι μισθὸν καὶ μάγειροι δώδεκα καὶ δημιουργοὶ μέλιτος αἰτοῦσαι σκάφας. Μένανδρος Δημιουργῷ: τί τοῦτο, παῖ· διακονικῶς γὰρ νὴ Δία, προελήλυθας. β.

ναί: : πλάττομεν γὰρ πλάσματα, τὴν νύκτα τ ἠγρυπνήκαμεν καὶ νῦν ἔτι ἀποίητα πάμπολλ ἐστὶν ἡμῖν. προτέρου Στησιχόρου ἢ Ἰβύκου ἐν τοῖς Ἄθλοις ἐπιγραφομένοις εἰρηκότος φέρεσθαι τῇ παρθένῳ δῶρα σασαμίδας χόνδρον τε καὶ ἐγκρίδας, ἄλλα τε πέμματα καὶ μέλι χλωρόν. ὅτι δὲ τὸ ποίημα τοῦτο Στησιχόρου ἐστὶν ἱκανώτατος μάρτυς Σιμωνίδης ὁ ποιητής, ὃς περὶ τοῦ Μελεάγρου τὸν λόγον ποιούμενός φησιν ὃς δουρὶ πάντας νίκασε νέους δινάεντα βαλὼν Ἄναυρον ὕπερ πολυβότρυος ἐξ Ιὠλκοῦ: οὕτω γὰρ Ὅμηρος ἠδὲ Στασίχορος ἀείσε λαοῖς.

ὁ γὰρ Στησίχορος οὕτως εἴρηκεν ἐν τῷ προκειμένῳ ᾄσματι τοῖς Ἄθλοις:

θρῴσκων μὲν γὰρ Ἀμφιάραος, ἄκοντι δὲ νίκασεν Μελέαγρος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION