- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 71

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 71)

νῦν δὲ ὁ ἐδέατρος ἐπιστάτης γέγονε τῆς ὅλης διακονίας, ἦν δ ἐπιφανὴς καὶ ἔντιμος ἡ χρεία.? Χάρης γοῦν ἐν τῇ γ τῶν ἱστοριῶν Πτολεμαῖόν φησι τὸν Σωτῆρα ἐδέατρον ἀποδειχθῆναι Ἀλεξάνδρου, μήποτε δὲ καὶ ὃν νῦν καλοῦσι Ῥωμαῖοι πρωτογεύστην τότε οἱ Ἕλληνες προτένθην ὠνόμαζον, ὡς Ἀριστοφάνης ἐν προτέραις Νεφέλαις διὰ τούτων στρ. πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ ἁρχαὶ τὰ πρυτανεῖ, ἀλλ ἕνῃ τε καὶ νέᾳ·

φειδ. ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσιν μοι παθεῖν ἵν ὡς τάχιστα τὰ πρυτανεῖ ὑφελοίατο, διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ. μνημονεύει αὐτῶν καὶ Φερεκράτης ἐν Ἀγρίοις: μὴ θαυμάσῃς:

τῶν γὰρ προτενθῶν ἐσμέν, ἀλλ οὐκ οἶσθα σύ. καὶ Φιλύλλιος ἐν Ἡρακλεῖ: βούλεσθε δῆτ ἐγὼ φράσω τίς εἰμ ἐγώ· ἡ τῶν προτενθῶν Δορπία καλουμένη. εὑρίσκω δὲ καὶ ψήφισμα ἐπὶ Κηφισοδώρου ἄρχοντος Ἀθήνησι γενόμενον, ἐν ᾧ ὥσπερ τι σύστημα οἱ προτένθαι εἰσί, καθάπερ καὶ οἱ παράσιτοι ὀνομαζόμενοι, ἔχον οὕτως: "Φῶκος εἶπεν ὅπως ἂν ἡ βουλὴ ἄγῃ τὰ Ἀπατούρια μετὰ τῶν ἄλλων Ἀθηναίων κατὰ τὰ πάτρια, ἐψηφίσθαι τῇ βουλῇ ἀφεῖσθαι τοὺς βουλευτὰς τὰς ἡμέρας ἅσπερ καὶ αἱ ἄλλαι ἀρχαὶ αἱ ἀφεταὶ ἀπὸ τῆς ἡμέρας ἧς οἱ προτένθαι ἄγουσι πέντε ἡμέρας.

"ὁ τύραννος οὐδὲ σιτίοις καὶ ποτοῖς πιστεύων διάγει, ἀλλὰ καὶ τούτων ἀντὶ τοῦ ἀπάρχεσθαι θεοῖς τοῖς διακονοῦσι πρῶτον κελεύουσιν ἀπογεύεσθαι διὰ τὸ ἀπιστεῖν μὴ καὶ ἐν τούτοις κακόν τι φάγωσιν ἢ πίωσιν.

προγεύσεταί σοι πρῶτον ἡ γραῦς τοῦ ποτοῦ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION