호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τῶν δὲ μαγείρων διάφοροί τινες ἦσαν οἱ καλούμενοι τραπεζοποιοί.? εἰς ὃ δὲ οὗτοι παρελαμβάνοντο σαφῶς παρίστησιν Ἀντιφάνης ἐν Μετοίκῳ: προσέλαβον ἐλθὼν τουτονὶ τραπεζοποιόν, ὃς πλυνεῖ σκεύη, λύχνους ἑτοιμάσει, σπονδὰς ποιήσει, τἄλλ ὅσα τούτῳ προσήκει. ζητητέον δὲ εἰ καὶ ὁ τραπεζοκόμος ὁ αὐτὸς ἐστι τῷ τραπεζοποιῷ.
Ιὄβας γὰρ ὁ βασιλεὺς ἐν ταῖς Ὁμοιότησι τὸν αὐτὸν εἶναί φησι τραπεζοκόμον καὶ τὸν ὑπὸ Ῥωμαίων καλούμενον στρούκτωρα, παρατιθέμενος ἐκ δράματος Ἀλεξάνδρου ᾧ ἐπιγραφὴ Πότος: εἰς αὔριόν με δεῖ λαβεῖν αὐλητρίδα. τραπεζοποιὸν, δημιουργὸν λήψομαι: ἐπὶ τοῦτ ἀπέστειλ ἐξ ἀγροῦ μ ὁ δεσπότης. ἐκάλουν δὲ τραπεζοποιὸν τὸν τραπεζῶν ἐπιμελητὴν καὶ τῆς ἄλλης εὐκοσμίας. Φιλήμων Παρεισιόντι: περὶ τοὐπτάνιον οὐ γίνεθ ἡ σκευωρία: τραπεζοποιὸς ἐστ ἐπὶ τοῦ διακονεῖν. ἔλεγον δὲ καὶ ἐπιτραπεζώματα τὰ ἐπιτιθέμενα τῇ τραπέζῃ βρώματα. Πλάτων Μενελάῳ: ὡς ὀλίγα λοιπὰ τῶν ἐπιτραπεζωμάτων.
"διάκονον δ ἂν καὶ ἀγοραστὴν τὸν τοιοῦτον ἐθέλοιμεν προῖκα λαβεῖν· παρὰ δὲ Μενάνδρῳ ἐστὶ κοινότερον ἐν Φανίῳ : φειδωλὸς ἦν καὶ μέτριος ἀγοραστής. ὀψώνην δ εἴρηκεν Ἀριστοφάνης ἐν Ταγηνισταῖς διὰ τούτων ὡς οὑψώνης διατρίβειν ἡμῖν τἄριστον ἐοίκε. παροψωνεῖν δ ἔφη Κρατῖνος ἐν Κλεοβουλίναις οὕτως παραγοράζειν δὲ Ἄλεξις ἐν Δρωπίδῃ.
εἰλέατροι δὲ καλοῦνται, ὥς φησι Πάμφιλος, οἱ ἐπὶ τὴν βασιλικὴν καλοῦντες τράπεζαν παρὰ τὸ ἐλεόν. Ἀρτεμίδωρος δ αὐτοὺς δειπνοκλήτορας ὀνομάζει, ἐκάλουν δέ, φησί, καὶ τοὺς προγεύστας ἐδεάτρους,1 ὅτι προήσθιον τῶν βασιλέων πρὸς ἀσφάλειαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기