- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 69

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 69)

"οὐκ ἔχω.? ἀσταφίδα κεκομμένην, μάραθον, ἄνηθον, νᾶπυ, καυλόν, σίλφιον, κορίαννον αὐο῀ν, ῥοῦν, κύμινον, κάππαριν, ὀρίγανον, γήτειον, σκόροδον, θύμον, σφάκον, σίραιον, σέσελι, πήγανον, πράσον. Β. ἀλλὰ λέγ ὅτου δεῖ, λήψομαι γὰρ πάντ ἐγώ. α. ὀρθῶς γε: πρῶτον μὲν λάβ ἐλθὼν σήσαμα. β. ἀλλ ἔστιν ἔνδον. α. ἐν δὲ Παννυχίδι ἢ Ἐρίθοις:

μάγειρον δὲ ποιεῖ λέγοντα: κύκλῳ δεήσει περιτρέχειν με καὶ βοᾶν, ἄν του δέωμαι. δεῖπνον αἰτήσεις με σὺ ἤδη παρελθών· οὐκ ἔχων δὲ τυγχάνω οὐκ ὄξος, οὐκ ἄνηθον, οὐκ ὀρίγανον, οὐ θρῖον, οὐκ ἔλαιον, οὐκ ἀμυγδάλας, οὐ σκόροδον, οὐ σίραιον, οὐχὶ γήθυον, οὐ βολβόν, οὐ πῦρ, οὐ κύμινον, οὐχ ἅλας, οὐκ ᾠόν, οὐ ξύλ, οὐ σκάφην, οὐ τήγανον, οὐχ ἱμονιάν, οὐ λάκκον εἶδον, οὐ φρέαρ: οὐ στάμνος ἔστι:

διακενῆς δ ἕστηκ ἐγὼ ἔχων μάχαιραν, προσέτι περιεζωσμένος. κἀν Πονήρᾳ: τῆς ὀριγάνου πρώτιστον ὑποθεὶς εἰς λοπάδα νεανικὴν τὸ τρίμμ ἐπιπολῆς εὐρύθμως διειμένον ὄξει, σιραίῳ χρωματίσας καὶ σιλφίῳ, πυκνῷ πατάξας. ἐπεσθίειν εἴρηκε Τηλεκλείδης Πρυτάνεσιν οὕτως:

"τυρίον ἐπεσθίοντα. ἐπιφαγεῖν δ Εὔπολις Ταξιάρχοις: ἐπιφαγεῖν μηδὲν ἄλλ ἢ κρόμμυον λέποντα καὶ τρεῖς ἁλμάδας. καὶ Ἀριστοφάνης Πλούτῳ: πρὸ τοῦ δ ὑπὸ τῆς πενίας ἅπαντ ἐπήσθιεν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION