호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ τὴν κύβηλιν, τὴν ταγηνιστηρίαν:? τὴν χύτραν δ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις κακκάβην εἴρηκεν οὕτως τὴν κακκάβην γὰρ κᾶε. β. τοῦ διδασκάλου· κἀν Δαιταλεῦσι: κἄγειν ἐκεῖθεν κακκάβην. Ἀντιφάνης δ ἐν Φιλοθηβαίῳ: πάντ ἔστιν ἡμῖν ἥ τε γὰρ συνώνυμος τῆς ἔνδον οὔσης ἔγχελυς Βοιωτία μιχθεῖσα κοίλοις ἐν βυθοῖσι κακκάβης χλιαίνετ, αἴρεθ, ἕψεται, παφλάζεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기