호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἔπειτα δ’ οἱ ἑταῖροι αὐτοῦ ἐκ πολλῶν τόπων ἦσαν συνερρυηκότεσ· οἱ μὲν γὰρ ἐξ αὐτῆσ τῆσ χώρασ, οἱ δὲ ἐκ Θετταλίασ, οἱ δὲ ἐκ τῆσ ἄλλησ Ἑλλάδοσ, οὐκ ἀριστίνδην ἐξειλεγμένοι, ἀλλ’ εἴ τισ ἦν ἐν τοῖσ Ἕλλησιν ἢ τοῖσ βαρβάροισ λάσταυροσ ἢ βδελυρὸσ ἢ θρασὺσ τὸν τρόπον, οὗτοι σχεδὸν ἅπαντεσ εἰσ Μακεδονίαν ἀθροισθέντεσ ἑταῖροι Φιλίππου προσηγορεύοντο. εἰ δὲ καὶ μὴ τοιοῦτόσ τισ ὢν ἐληλύθει, ὑπὸ τοῦ βίου καὶ τῆσ διαίτησ τῆσ Μακεδονικῆσ ταχέωσ ἐκείνοισ ὅμοιοσ ἐγίνετο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기