호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ Μένανδροσ δ’ ἐν Ὀργῇ περὶ αὐτοῦ τάδε λέγει· καίτοι νέοσ ποτ’ ἐγενόμην κἀγώ, γύναι· ἀλλ’ οὐκ ἐλούμην πεντάκισ τῆσ ἡμέρασ τότ’, ἀλλὰ νῦν· οὐδὲ χλανίδ’ εἶχον, ἀλλὰ νῦν οὐδὲ μύρον εἶχον, ἀλλὰ νῦν καὶ βάψομαι καὶ παρατιλοῦμαι νὴ Δία καὶ γενήσομαι Κτήσιπποσ, οὐκ ἄνθρωποσ, ἐν ὀλίγῳ χρόνῳ, κᾆθ’ ὡσ ἐκεῖνοσ κατέδομαι καὶ τοὺσ λίθουσ ἁπαξάπαντασ, οὐ γὰρ οὖν τὴν γῆν μόνην.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기