- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 58

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 58)

ταῦτα τοῦ Μάγνου ἑξῆς καταδραμόντος ἀποβλέψας ὁ Κύνουλκος εἰς τοὺς παρόντας τῶν φιλοσόφων ἔφη:? εἶδες τὴν Θασίαν ἅλμην οἷ᾿ ἄττα βαύζει, ὡς εὖ καὶ ταχέως ἀπετείσατο καὶ παραχρῆμα.

οὐ μέντοι παρὰ κωφὸν ὁ τυφλὸς ἐοίκε λαλῆσαι, ὡς ὁ Κρατῖνος ἐν τοῖς Ἀρχιλόχοις ἔφη. "μέλη πάραυλα κἀκρότητα κύμβαλα. καὶ μετὰ τὰς καλὰς ταύτας ἀμουσολογίας περιέρχεται τὰς οἰκίας ἐξετάζων ὅπου δεῖπνα λαμπρὰ παρασκευάζεται, ὑπὲρ τὸν Ἀθηναῖον Χαιρεφῶντα ἐκεῖνον, περὶ οὗ φησιν Ἄλεξις ἐν Φυγάδι:

αἰεὶ γ ὁ Χαιρεφῶν τιν εὑρίσκει τέχνην καὶ νῦν πορίζεται γε τὰ δεῖπν ἀσύμβολα. ὅπου γάρ ἐστιν ὁ κέραμος μισθώσιμος ὁ τοῖς μαγείροις, εὐθὺς ἐξ ἑωθινοῦ ἕστηκεν ἐλθών κἂν ἴδῃ μισθούμενον εἰς ἑστίασιν, τοῦ μαγείρου πυθόμενος τὸν ἑστιῶντα, τῆς θύρας χασμωμένης ἂν ἐπιλάβηται, πρῶτος εἰσελήλυθεν. οὐκ ὀκνεῖ δ ἀνὴρ οὗτος, καθάπερ καὶ ὁ καλὸς Μάγνος, καὶ ὑπερορίους ἀποδημίας ποιεῖσθαι τῆς γαστρὸς χάριν, ὡς ὁ αὐτὸς Ἄλεξις εἴρηκεν ἐν Συναποθνῄσκουσιν ἐπὶ δεῖπνον εἰς Κόρινθον ἐλθὼν Χαιρεφῶν ἄκλητος:

ἤδη γὰρ πέτεται διαπόντιος: οὕτω τι τἀλλότρι ἐσθίειν ἐστὶ γλυκύ. καὶ Θεόπομπος δ ἐν Ὀδυσσεῖ ἔφη:

Εὐριπίδου τἄρ ἐστὶν οὐ κακῶς ἔχον, τἀλλότρια δειπνεῖν τὸν καλῶς εὐδαίμονα.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION