- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 57

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 57)

εἰ δ ὑμεῖς ὄντως, ὦ φιλόσοφοι, τὴν αὐτάρκειαν ἀσπάζεσθε καὶ τὰ τῶν δείπνων εὐτελῆ, τί ἐνταῦθα παραγίνεσθε μηδὲ κληθέντες·? ἦ ὡς εἰς ἀσώτιον μαγειρικὰ σκεύη καταλέγειν μαθησόμενοι· ἢ ὡς τὸν Διογένους Κεφαλίωνα ἀποστοματιοῦντες· κατὰ γὰρ τὸν Σοφοκλέους Κηδαλίωνά ἐστε μαστιγίαι, κέντρωνες, ἀλλοτριοφάγοι. ἡμᾶς θέμις, δῆλον ἐξ ὧν καὶ Ἄλεξις ἐν τῷ ἐπιγραφομένῳ Λίνῳ ἱστορεῖ, ὑποτίθεται δὲ τὸν Ἡρακλέα παρὰ τῷ Λίνῳ παιδευόμενον καὶ κελευσθέντα ἀπὸ βιβλίων πολλῶν παρακειμένων λαβόντα ἐντυχεῖν.

ἐκεῖνος δ ὀψαρτυτικὸν λαβὼν βιβλίον ἐν χεροῖν περισπουδάστως ἐκράτει. λέγει δὲ οὕτως ὁ Λίνος: βιβλίον ἐντεῦθεν ὅ τι βούλει προσελθὼν γὰρ λαβέ: ἔπειτ ἀναγνώσει πάνυ γε διασκοπῶν ἀπὸ τῶν ἐπιγραμμάτων ἀτρέμα τε καὶ σχολῇ.

φιλόσοφός τις εἶ, εὔδηλον, ὃς παρεὶς τοσαῦτα γράμματα Σίμου τέχνην ἔλαβες. Ὀρφεὺς ἔνεστιν, Ἡσίοδος, τραγῳδίαι, Χοιρίλος, Ὅμηρος, Ἐπίχαρμος, συγγράμματα παντοδαπά. δηλώσεις γὰρ οὕτω τὴν φύσιν ἐπὶ τί μάλισθ ὡρ´μηκε. ηπ. τουτὶ λαμβάνω. λιν. δεῖξον τί ἐστι πρῶτον, ηπ. ὀψαρτυσία, ὥς φησι τοὐπίγραμμα. λιν. ηπ.

πεινῶ γάρ, εὖ τοῦτ ἴσθι. ὁ Σῖμος δ ἐστὶ τίς· λιν. μάλ εὐφυὴς ἄνθρωπος, ἐπὶ τραγῳδίαν ὡρ´μηκε νῦν καὶ τῶν μὲν ὑποκριτῶν πολὺ κράτιστός ἐστιν ὀψοποιός, ὡς δοκεῖ τοῖς χρωμένοις, τῶν δ ὀψοποιῶν ὑποκριτής κάκιστός ἐστι τοῖς θεωμένοις. . ,1 λιν. βούλιμός ἐσθ ἅνθρωπος. ηπ. ὅτι βούλει λέγε:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION