- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 55

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 55)

"ἀσυμβόλως δειπνεῖν.? διὸ καὶ ὁ Τίμων που πρὸς αὐτὸν ἔφη: δειπνομανές, νεβροῦ ὄμματ ἔχων, κραδίην δ ἀκύλιστον. ἦν δ εὔστοχος ὁ Κτησίβιος καὶ χαρίεις περὶ τὸ γελοῖον διὸ καὶ πάντες αὐτὸν ἐπὶ τὰ συμπόσια παρεκάλουν οὐχ ὥσπερ σύ, κυνικέ, ὁ μηδέποτε ταῖς Χάρισιν, ἀλλ οὐδὲ ταῖς Μούσαις θύσας. φυγοῦσα γοῦν σε καὶ τοὺς σοὶ παραπλησίους ἡ Ἀρετὴ Ἡδονῇ παρακάθηται, ὥς φησι Μνασάλκης ὁ Σικυώνιος ἐν ἐπιγράμμασιν ἅδ ἐγὼ ἁ τλάμων Ἀρετὰ παρὰ τῇδε κάθημαι ἡδονῇ, αἰσχίστως κειραμένη πλοκάμους, θυμὸν ἄχει μεγάλῳ βεβολημένα, εἴπερ ἅπασιν ἁ κακόφρων Τέρψις κρεῖσσον ἐμοῦ κέκριται.

Βάτων δ ὁ κωμικὸς ἐν Ἀνδροφόνῳ φησί:

τῶν φιλοσόφων τοὺς σώφρονας ἐνταυθοῖ καλῶ, τοὺς ἀγαθὸν αὑτοῖς οὐ διδόντας οὐδὲ ἕν, τοὺς τὸν φρόνιμον ζητοῦντας ἐν τοῖς περιπάτοις καὶ ταῖς διατριβαῖς ὥσπερ ἀποδεδρακότα. ἄνθρωπ ἀλάστωρ, διὰ τί συμβολὰς ἔχων νήφεις· τί τηλικοῦτον ἀδικεῖς τοὺς θεούς· τί τἀργύριον, ἄνθρωπε, τιμιώτερον σαυτοῦ τέθεικας ἢ πέφυκε τῇ φύσει·

ἀλυσιτελὴς εἶ τῇ πόλει πίνων ὕδωρ: τὸν γὰρ γεωργὸν καὶ τὸν ἔμπορον κακοῖς. ἐγὼ δὲ τὰς προσόδους μεθύων καλὰς ποῶ. ἔπειθ ἑώθεν περιάγεις τὴν λήκυθον καταμανθάνων τοὔλαιον, ὥστε περιφέρειν ὡρολόγιον δόξεις τι,1 οὐχὶ λήκυθον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION