- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 52

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 52)

μετὰ παρρησίας γὰρ ἐρῶ πρὸς αὐτούς εἰ αὐτάρκειαν ἀσπάζῃ, φιλόσοφε, τί οὐ τοὺς Πυθαγορικοὺς ἐκείνους ζηλοῖς περὶ ὧν φησιν Ἀντιφάνης μὲν ἐν Μνήμασι τάδε:? τῶν Πυθαγοριστῶν δ ἔτυχον ἄθλιοί τινες ἐν τῇ χαράδρᾳ τρώγοντες ἅλιμα καὶ κακὰ τοιαῦτα συλλέγοντες ἐν τῷ κωρύκῳ.

κἀν τῷ κυρίως Κωρύκῳ δ ἐπιγραφομένῳ φησί πρῶτον μὲν ὥσπερ πυθαγορίζων ἐσθίει ἔμψυχον οὐδέν, τῆς δὲ πλείστης τοὐβολοῦ μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει. Ἄλεξις δ ἐν Ταραντίνοις:

οἱ πυθαγορίζοντες γάρ, ὡς ἀκούομεν, οὔτ ὄψον ἐσθίουσιν οὔτ ἄλλ οὐδὲ ἓν ἔμψυχον, οἶνὸν τ οὐχὶ πίνουσιν μόνοι. β. Ἐπιχαρίδης μέντοι κύνας κατεσθίει, τῶν Πυθαγορείων εἷς. α. ἀποκτείνας γέ που: οὐκ ἔτι γάρ ἐστ ἔμψυχον. προελθών τέ φησι: πυθαγορισμοὶ καὶ λόγοι λεπτοὶ διεσμιλευμέναι τε φροντίδες τρέφουσ1 ἐκείνους, τὰ δὲ καθ ἡμέραν τάδε: ἄρτος καθαρὸς εἷς ἑκατέρῳ, ποτήριον ὕδατος:

τοσαῦτα ταῦτα. β. δεσμωτηρίου λέγεις δίαιταν πάντες οὕτως οἱ σοφοὶ διάγουσι καὶ τοιαῦτα κακοπαθοῦσί που· α. τρυφῶσιν οὗτοι πρὸς ἑτέρους, ἆρ οἶσθ ὅτι Μελανιππίδης ἑταῖρός ἐστι καὶ Φάων καὶ Φυρόμαχος καὶ Φᾶνος, οἳ δι ἡμέρας δειπνοῦσι πέμπτης ἀλφίτων κοτύλην μίαν· καὶ ἐν Πυθαγοριζούσῃ: ἡ δ ἑστίασις ἰσχάδες καὶ στέμφυλα καὶ τυρὸς ἔσται: ταῦτα γὰρ θύειν νόμος τοῖς Πυθαγορείοις.

β. νὴ Δί, ἱερεῖον μὲν οὖν ὁποῖον ἂν κάλλιστον, ὦ βέλτιστ, ἔχῃ. καὶ μετ ὀλίγα: ἔδει θ ὑπομεῖναι μικροσιτίαν, ῥύπον, ῥῖγος, σιωπήν, στυγνότητ,1 ἀλουσίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION