호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πρὸς ταῦτα ὁ καλὸς ἡμῶν ἑστιάτωρ Λαρήνσιος καὶ αὐτὸς ἔφη:? ὦ ἄνδρες κύνες οἱ κατὰ τὴν Στράττιδος τοῦ κωμῳδιοποιοῦ Ιὀκάστην, ἥτις ἐν ταῖς ἐπιγραφομέναις Φοινίσσαις φησὶν παραινέσαι δὲ σφῷν τι βούλομαι σοφὸν ὅταν φακῆν ἕψητε, μὴ πιχεῖν μύρον. καὶ ὁ Σώπατρος δέ, οὗ τὰ νῦν μέμνησαι, ἐν Νεκυίᾳ μνημονεύει οὕτως: Ἴθακος Ὀδυσσεύς, τοὐπὶ τῇ φακῇ μύρον, πάρεστι:
θάρσει, θυμέ. Κλέαρχος δὲ ὁ ἀπὸ τοῦ περιπάτου ἐν τοῖς περὶ παροιμιῶν ὡς παροιμίαν ἀναγράφει τὸ ἐπὶ τῇ φακῇ μύρον, ἧς μέμνηται καὶ ὁ ἐμὸς προπάτωρ Οὐάρρων ὁ Μενίππειος ἐπικαλούμενος: καὶ οἱ πολλοὶ τῶν γραμματικῶν τῶν : Ῥωμαϊκῶν οὐχ ὁμιλήσαντες πολλοῖς Ἑλληνικοῖς ποιηταῖς καὶ συγγραφεῦσιν οὐκ ἴσασιν ὅθεν εἴληφεν ὁ Οὐάρρων τὸ ἰαμβεῖον, σὺ δέ μοι δοκεῖς, ὦ Κύνουλκε ῾τούτῳ γὰρ χαίρεις τῷ ὀνόματι, οὐ λέγων ὃ ἐκ γενετῆς σε ἡ μήτηρ κέκληκε ᾿ κατὰ τὸν σὸν Τίμωνα εἶναὶ ῾ μοι καλὸς τε μέγας τε οὐκ ἐπιστάμενος ὅτι κόγχος παρὰ προτέρῳ μνήμης τετύχηκεν Ἐπιχάρμῳ ἐν τᾷ Εὁρτᾷ καὶ Νάσοις Ἀντιφάνει τε τῷ κωμικῷ, ὃς ὑποκοριστικώτερον αὐτὸν ὠνόμασεν ἐν Γάμῳ οὕτως: κογχίον τε μικρὸν ἀλλᾶντός τε προστετμημένον.
Ἑξῆς ἁρπάσας τὸν λόγον ὁ Μάγνος ὁ μὲν πάντα ἄριστος, ἔφη, Λαρήνσιος ὀξέως καὶ καλῶς ἀπήντησε τῷ γάστριδι κυνὶ περὶ τοῦ κόγχου. ἐγὼ δὲ κατὰ τοὺς τοῦ Παφίου Σωπάτρου Γαλάτας, παρ οἷς ἔθος ἐστίν, ἡνίκ ἂν προτέρημά τι ἐν τοῖς πολέμοις λάβωσι, θύειν τοῖς θεοῖς τοὺς αἰχμαλώτους, τοὺς Γαλάτας μιμούμενος κἀγὼ κατακαύσειν ηὐξάμην τοῖς δαίμοσι διαλεκτικοὺς τρεῖς τῶν παρεγγεγραμμένων.
καὶ μὴν φιλοσοφεῖν φιλολογεῖν τ ἀκηκοὼς ὑμᾶς ἐπιμελῶς καρτερεῖν θ αἱρουμένους, τὴν πεῖραν ὑμῖν λήψομαι τῶν δογμάτων, πρῶτον: καπνίζων εἶτ ἐὰν ὀπτωμένων ἴδω τιν ὑμῶν συσπάσαντα τὸ σκέλος, Ζηνωνικῷ πραθήσεθ οὗτος κυρίῳ ἐπ ἐξαγωγῇ, τὴν φρόνησιν ἀγνοῶν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기