호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτ εἰπὼν ὁ Κύνουλκος, ἐπεὶ μὴ ἐκροταλίσθη, θυμωθεὶς ἀλλ ἐπειδὴ οὗτοι, ἔφη, ὦ συμποσίαρχε, ὑπὸ λογοδιαρροίας ἐνοχλούμενοι μὴ πεινῶσιν ἢ τὰ περὶ τῆς φακῆς λεχθέντα χλευάζουσιν, ἐν νῷ ἔχοντες τὰ εἰρημένα Φερεκράτει ἐν Κοριαννοῖ:? φέρε δὴ κατακλινῶ: σὺ δὲ τράπεζαν ἔκφερε καὶ κύλικα κἀντραγεῖν, ἵν ἥδιον πίω. β. ἰδοὺ κύλιξ σοι καὶ τράπεζα καὶ φακοί. α. μή μοι φακούς, μὰ τὸν Δί, οὐ γὰρ ἥδομαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기