호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὐκ ἂν δυναίμην εἰσορῶν χαλκήλατον μέγαν κολοσσὸν φάκινον ἄρτον ἐσθίειν.? ἐπεὶ τί δεῖ βροτοῖσι κατὰ τὸν σὸν Εὐριπίδην, γραμματικώτατε, πλὴν δυοῖν μόνον Δήμητρος ἀκτῆς πώματός θ ὑδρηχόου· ἅπερ πάρεστι καὶ πέφυχ ἡμᾶς τρέφειν. ὧν οὐκ ἀπαρκεῖ πλησμονή: τρυφῇ γέ τοι ἄλλων ἐδεστῶν μηχανὰς θηρεύομεν. κἀν ἄλλοις δέ φησιν ὁ σκηνικὸς οὗτος φιλόσοφος - ἀρκεῖ μετρία βιοτά μοι σώφρονος τραπέζης:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기