- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 45

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 45)

ἀλλ ὅ γε Παρμενίσκος οὕτως ὑπήρξατο:? "Παρμενίσκος Μόλπιδι χαίρειν. "πλεονάζων ἐν ταῖς προσφωνήσεσι πρὸς σὲ περὶ τῶν ἐπιφανῶν κλήσεων ἀγωνιῶ μή ποτε εἰς πληθώραν ἐμπεσὼν μεμψιμοιρήσῃς. διὸ καὶ μεταδοῦναί σοι βούλομαι τοῦ παρὰ Κέβητι τῷ Κυζικηνῷ δείπνου: "προπιὼν δ ὑσώπου τὴν ὤραν ἐπάναγε ἐπὶ τὴν ἑστίασιν. "Διονυσίων γὰρ ὄντων Ἀθήνησι παρελήφθην πρὸς αὐτό. κατέλαβον δὲ κυνικοὺς μὲν ἀνακειμένους ἕξ, ἕνα δὲ κύνουλκον Καρνεῖον τὸν Μεγαρικόν. τοῦ δείπνου δὲ χρονίζοντος λόγος ἐγένετο ποῖον τῶν ὑδάτων ἥδιστόν ἐστιν. "καὶ τῶν μὲν ἐγκωμιαζόντων τὸ ἀπὸ τῆς Λέρνης, ἄλλων δὲ τὸ ἀπὸ τῆς Πειρήνης, ὁ Καρνεῖος κατὰ Φιλόξενον εἶπε τὸ κατὰ χειρῶν καὶ τῆς τραπέζης παρατεθείσης ἐδειπνοῦμεν καὶ τὴν μὲν ἐξηντλοῦμεν φακῆν, ἡ δ ἐπεισέρρει. "εἶτα πάλιν φακοὶ προσηνέχθησαν ὄξει βεβρεγμένοι, καὶ ὁ Διιτρέφης δραξάμενος ἔφη: "Ζεῦ, μὴ λάθοι σε τῶνδ ὃς αἴτιος φακῶν καὶ ἄλλος ἑξῆς ἀνεβόησε: "φακός σε δαίμων καὶ φακὴ τύχη λάβοι. "ἐμοὶ δὲ κατὰ τὸν κωμικὸν Δίφιλον, φησὶν δ οὗτος ἐν Πελιάσι: "τὸ δειπνάριον ἀνθηρὸν ἦν, γλαφυρὸν σφόδρα: "φακῆς κατ ἄνδρα τρυβλίον μεστὸν μέγα. "β. πρώτιστον οὐκ ἀνθηρόν. α. ἐπὶ ταύτῃ φέρων εἰς τὸ μέσον ἐπεχόρευσε σαπέρδης μέγας ὑπό τι δυσώδης. "β. οὗτος ἱερὸς ἀνθίας,1 ὃς πολλὰ χαίρειν ταῖς κίχλαις ἤδη λέγει. "᾿ γέλωτος οὖν ἐπιρραγέντος παρῆν ἡ θεατροτορύνη Μέλισσα καὶ ἡ κυνάμυια Νίκιον αὗται δ ἦσαν τῶν οὐκ ἀσήμων ἑταιρίδων. "ἀποβλέψασαι οὖν αὗται εἰς τὰ παρακείμενα καὶ θαυμάσασαι ἐγέλων. "καὶ ἡ Νίκιον ἔφη: "οὐδεὶς ὑμῶν, ἄνδρες γενειοσυλλεκτάδαι, ἰχθὺν ἐσθίει· "ἢ καθάπερ ὁ πρόγονος ὑμῶν Μελέαγρος ὁ Γαδαρεὺς ἐν ταῖς Χάρισιν ἐπιγραφομέναις ἔφη τὸν Ὅμηρον Σύρον ὄντα τὸ γένος κατὰ τὰ πάτρια ἰχθύων ἀπεχομένους ποιῆσαι τοὺς Ἀχαιοὺς δαψιλείας πολλῆς οὔσης κατὰ τὸν Ἑλλήσποντον· "ἢ μόνον ἀνέγνωτε συγγραμμάτων αὐτοῦ τὸ περιέχον λεκίθου καὶ φακῆς σύγκρισιν· "ὁρῶ γὰρ πολλὴν παρ ὑμῖν τῆς φακῆς τὴν σκευὴν εἰς ἣν ἀποβλέπουσα συμβουλεύσαιμ ἂν ὑμῖν κατὰ τὸν Σωκρατικὸν Ἀντισθένην ἐξάγειν ἑαυτοὺς τοῦ βίου τοιαῦτα σιτουμένους. " πρὸς ἣν ὁ Καρνεῖος ἔφη: " Εὐξίθεος ὁ Πυθαγορικός, ὦ Νίκιον, ὥς φησι Κλέαρχος ὁ περιπατητικὸς ἐν δευτέρῳ βίων, ἔλεγεν ἐνδεδέσθαι τῷ σώματι καὶ τῷ δεῦρο βίῳ τὰς ἁπάντων ψυχὰς τιμωρίας χάριν, καὶ διείπασθαι τὸν θεὸν ὡς εἰ μὴ μενοῦσιν ἐπὶ τούτοις ἑώς ἂν ἑκὼν αὐτοὺς λύσῃ, πλείοσι καὶ μείζοσιν ἐμπεσοῦνται τότε λύμαις. "διὸ πάντας εὐλαβουμένους τὴν τῶν κυρίων ἀνάτασιν φοβεῖσθαι τοῦ ζῆν ἑκόντας ἐκβῆναι μόνον τε τὸν ἐν τῷ γήρᾳ θάνατον ἀσπασίως προσίεσθαι,1 πεπεισμένους τὴν ἀπόλυσιν τῆς ψυχῆς μετὰ τῆς τῶν κυρίων γίγνεσθαι γνώμης, τούτοις τοῖς δόγμασιν ἡμεῖς πειθόμεθα ὑμῖν δὲ φθόνος οὐδὲ εἷς ἑλέσθαι ἕν τι τῶν τριῶν ἔχειν κακῶν, οὐ γάρ ἐπίστασθε, ὦ ταλαίπωροι, ὅτι αἱ βαρεῖαι αὗται τροφαὶ φράττουσι τὸ ἡγεμονικὸν καὶ οὐκ ἐῶσι τὴν φρόνησιν ἐν αὑτῇ εἶναι. "` Θεόπομπος οὖν ἐν ε Φιλιππικῶν φησι: "τὸ γὰρ ἐσθίειν πολλὰ καὶ κρεοφαγεῖν τοὺς μὲν λογισμοὺς ἐξαιρεῖ καὶ τὰς ψυχὰς ποιεῖται βραδυτέρας, ὀργῆς δὲ καὶ σκληρότητος καὶ πολλῆς σκαιότητος ἐμπίπλησι. "καὶ ὁ θαυμάσιος δὲ Ξενοφῶν φησιν ὡς ἡδὺ μὲν μᾶζαν καὶ κάρδαμα φαγεῖν πεινῶντι, ἡδὺ δὲ ὕδωρ ἀρυσάμενον ἐκ ποταμοῦ διψῶντα πιεῖν. Σωκράτης δὲ καὶ πολλάκις κατελαμβάνετο διαπεριπατῶν ἑσπέρας βαθείας πρὸ τῆς οἰκίας καὶ πρὸς τοὺς πυνθανομένους τί τηνικάδε · "ἔλεγεν ὄψον συνάγειν πρὸς τὸ δεῖπνον. "ἡμῖν δὲ αὐτάρκης μερὶς ἣν ἂν παρ ὑμῶν λάβωμεν, καὶ οὐ χαλεπαίνομεν ὡς ἔλαττον φερόμενοι, καθάπερ ὁ παρὰ Ἀντικλείδῃ ῾ Ἡρακλῆς. φησὶ γὰρ οὗτος ἐν τῷ β τῶν Νόστων μετὰ τὸ συντελέσαι τοὺς ἄθλους Ἡρακλέα Εὐρυσθέως θυσίαν τινὰ ἐπιτελοῦντος συμπαραληφθέντα καὶ τῶν τοῦ Εὐρυσθέως υἱῶν τὰς μερίδας ἑκάστῳ παρατιθέντων, τῷ δ Ἡρακλεῖ ταπεινοτέραν παραθέντων, ὁ Ἡρακλῆς ἀτιμάζεσθαι ὑπολαβὼν ἀπέκτεινε τρεῖς τῶν παίδων Περιμήδην, Εὐρύβιον, Εὐρύπυλον οὐ τοιοῦτοι οὖν τὸν θυμὸν ἡμεῖς, εἰ καὶ πάντα ῾ Ἡρακλέους ζηλωταί.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION