호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὁ Κύνουλκος ἀλλ ὡς ὤφελον, ἔφη, τὴν Θρᾴκιον ταύτην παίξας παιδιὰν διεφθάρης:? ἀνέτεινες γὰρ ἡμᾶς ὥσπερ νηστείαν ἄγοντας καὶ περιμένοντας τὸ ἀνατέλλον ἄστρον, οὗ φασι μὴ φανέντος οἱ τὴν χρηστὴν ταύτην φιλοσοφίαν εὑρόντες νόμιμον εἶναι μηδενὸς γεύεσθαι. κατὰ τὸν κωμῳδιοποιὸν Δίφιλον κεστρεὺς ἂν εἰήν ἕνεκα νηστείας ἄκρας.
ἐπελάθεσθε δὲ καὶ ὑμεῖς τῶν τοῦ ποιητοῦ καλῶν, ὃς ἔφη: οὐ μὲν γάρ τι χέρειον ἐν ὡρ´ῃ δεῖπνον ἑλέσθαι. καὶ ὁ καλὸς δ Ἀριστοφάνης ἐν Κωκάλῳ ἔφη : ἀλλ ἐστίν, ὦ πάτερ, κομιδῇ μεσημβρία, ἡνίκα γε τοὺς νεωτέρους δειπνεῖν χρεών. ἐμοί τε πολλῷ ἦν ἄμεινον κατὰ τὸ Παρμενίσκου τῶν κυνικῶν συμπόσιον δειπνεῖν ἢ ἐνθάδε πάντα ὥσπερ τοὺς πυρέσσοντας περιφερόμενα ὁρᾶν. γελασάντων δὲ ἡμῶν ἔφη τις: ἀλλ ὦ λῷστε ἀνδρῶν, μὴ φθονήσῃς ἡμίν τὸ Παρμενίσκειον ἐκεῖνο διελθεῖν συμπόσιον.
καὶ ὃς μετέωρον αὑτὸν παραναστήσας ἔφη: ὄμνυμι δ ὑμῖν, ἄνδρες, κατὰ τὸν ἡδὺν Ἀντιφάνη, ὃς ἐν τῇ Παρεκδιδομένῃ ἔφη: ἦ μὴν ἑλέσθαι τοῦτον ἂν ζῆν τὸν βίον ἢ τὴν Σελεύκου τοῦ βασιλέως ὑπεροχήν.
ῥοφεῖν φακῆν ἐσθ ἡδὺ μὴ δεδοικότα, μαλακῶς καθεύδειν ἄθλιον δεδοικότα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기