- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 41

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 41)

Ἕρμιππος ἐν α περὶ νομοθετῶν τῶν μονομαχούντων εὑρετὰς ἀποφαίνει Μαντινεῖς Δημώνακτος ἑνὸς τῶν πολιτῶν συμβουλεύσαντος, καὶ ζηλωτὰς τούτων γενέσθαι Κυρηναίους.? "ἤσκουν, φησί, τὰ πολεμικὰ οἱ Μαντινεῖς καὶ Ἀρκάδες, τήν τε στολὴν τὴν πολεμικὴν καὶ τὴν ὅπλισιν τὴν ἀρχαίαν ὡς εὑρόντων ἐκείνων ἔτι καὶ νῦν Μαντινικὴν ἀποκαλοῦσι. "πρὸς δὲ τούτοις καὶ ὁπλομαχίας μαθήσεις ἐν Μαντινείᾳ πρῶτον εὑρέθησαν Δημέου τὸ τέχνημα καταδείξαντος. ὅτι δὲ ἀρχαῖον ἦν τὸ περὶ τοὺς μονομάχους καὶ Ἀριστοφάνης εἴρηκεν ἐν Φοινίσσαις οὕτως:

ἐς Οἰδίπου δὲ παῖδε,1 διπτύχω κόρω, Ἄρης κατέσκηψ, ἔς τε μονομάχου πάλης ἀγῶνα νῦν ἑστᾶσιν. ἐοίκεν δὲ πεποιῆσθαι τὸ ὄνομα οὐκ ἐκ τοῦ μάχη, ἀλλ ἐκ ῥήματος τοῦ μάχεσθαι μᾶλλον συγκεῖσθαι. παρὰ Πινδάρῳ, τηνικαῦτα προπαροξύνεται:

παρὰ Στησιχόρῳ, ὁπλομάχος, τειχομάχος, πυργομάχος. ὁ δὲ κωμῳδιοποιὸς Ποσείδιππος ἐν Πορνοβοσκῷ φησιν ὁ μὴ πεπλευκὼς οὐδὲν ἑόρακεν κακὸν τῶν μονομαχούντων ἐσμὲν ἀθλιώτεροι. ὅτι δὲ καὶ οἱ ἔνδοξοι καὶ οἱ ἡγεμόνες ἐμονομάχουν καὶ ἐκ προκλήσεως τοῦτ ἐποίουν ἐν ἄλλοις εἰρήκαμεν.

Δίυλλος δ ὁ Ἀθηναῖος ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν φησιν ὡς Κάσανδρος ἐκ Βοιωτίας ἐπανιὼν καὶ θάψας τὸν βασιλέα καὶ τὴν βασίλισσαν ἐν Αἰγαίαις καὶ μετ αὐτῶν τὴν Κύνναν τὴν Εὐρυδίκης μητέρα καὶ τοῖς ἄλλοις τιμήσας οἷς προσήκει καὶ μονομαχίας ἀγῶνα ἔθηκεν, εἰς ὃν κατέβησαν τέσσαρες τῶν στρατιωτῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION