- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 39

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 39)

Μεγασθένης δ ἐν τῇ δευτέρᾳ τῶν Ἰνδικῶν τοῖς Ἰνδοῖς φησιν ἐν τῷ δείπνῳ παρατίθεσθαι ἑκάστῳ τράπεζαν, ταύτην δ εἶναι ὁμοίαν ταῖς ἐγγυθήκαις, καὶ ἐπιτίθεσθαι ἐπ αὐτῇ τρυβλίον χρυσοῦν, εἰς ὃ ἐμβάλλειν αὐτοὺς πρῶτον μὲν τὴν ὄρυζαν ἑφθὴν ὡς ἄν τις ἑψήσειε χόνδρον, ἔπειτα ὄψα πολλὰ κεχειρουργημένα ταῖς Ἰνδικαῖς σκευασίαις.? Γερμανοὶ δέ, ὡς ἱστορεῖ Ποσειδώνιος ἐν τῇ τριακοστῇ, ἄριστον προσφέρονται κρέα μεληδὸν ὠπτημένα καὶ ἐπιπίνουσι γάλα καὶ τὸν οἶνον ἄκρατον.

Καμπανῶν δέ τινες παρὰ τὰ συμπόσια μονομαχοῦσι. Νικόλαος δ ὁ Δαμασκηνός, εἷς τῶν ἀπὸ τοῦ περιπάτου φιλοσόφων, ἐν τῇ δεκάτῃ πρὸς ταῖς ἑκατὸν τῶν ἱστοριῶν Ῥωμαίους ἱστορεῖ παρὰ τὸ δεῖπνον συμβάλλειν μονομαχίας, γράφων οὕτως :

"τὰς τῶν μονομάχων θέας οὐ μόνον ἐν πανηγύρεσι καὶ θεάτροις ἐποιοῦντο Ῥωμαῖοι, παρὰ Τυρρηνῶν παραλαβόντες τὸ ἔθος, ἀλλὰ κἀν ταῖς ἑστιάσεσιν. "ἐκάλουν γοῦν τινες πολλάκις ἐπὶ δεῖπνον τοὺς φίλους ἐπί τε ἄλλοις καὶ ὅπως ἂν δύο ἢ τρία ζεύγη ἴδοιεν μονομάχων, ὅτε καὶ κορεσθέντες δείπνου καὶ μέθης εἰσεκάλουν τοὺς μονομάχους, καὶ ὁ μὲν ἅμα ἐσφάττετο, αὐτοὶ δ ἐκρότουν ἐπὶ τούτῳ ἡδόμενοι. "ἤδη δέ τις κἀν ταῖς διαθήκαις γέγραφεν γυναῖκας εὐπρεπεστάτας μονομαχῆσαι ἃς ἐκέκτητο, ἕτερος δὲ παῖδας ἀνήβους ἐρωμένους ἑαυτοῦ, ἀλλὰ γὰρ οὐκ ἠνέσχετο ὁ δῆμος τὴν παρανομίαν ταύτην, ἀλλ ἄκυρον τὴν διαθήκην ἐποίησεν. Ἐρατοσθένης δ ἐν πρώτῳ Ὀλυμπιονικῶν τοὺς Τυρρηνούς φησι πρὸς αὐλὸν πυκτεύειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION