- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 33

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 33)

"Αἰγυπτίων ἐπιστρατευσάντων, φησίν, ἐπὶ Ὦχον τὸν Περσῶν βασιλέα καὶ νικηθέντων, ἐπεὶ ἐγένετο αἰχμάλωτος ὁ τῶν Αἰγυπτίων βασιλεύς, ὁ Ὦχος αὐτὸν φιλανθρώπως ἄγων ἐκάλεσε καὶ ἐπὶ δεῖπνον.? "τῆς οὖν παρασκευῆς γενομένης λαμπρᾶς ὁ Αἰγύπτιος κατεγέλα ὡς εὐτελῶς τοῦ Πέρσου διαιτωμένου. " εἰ δὲ θέλεις εἰδέναι, ἔφη, ὦ βασιλεῦ, πῶς δεῖ σιτεῖσθαι τοὺς εὐδαίμονας βασιλέας, ἐπίτρεψον τοῖς ἐμοῖς ποτε γενομένοις μαγείροις παρασκευάσαι σοι Αἰγύπτιον δεῖπνον καὶ κελεύσαντος ἐπεὶ παρεσκευάσθη, ἡσθεὶς ὁ Ὦχος τῷ δείπνῳ κακὸν κακῶς σε, ἔφη, ὦ Αἰγύπτιε, ἀπολέσειαν οἱ θεοί, ὅστις δεῖπνα τοιαῦτα καταλιπὼν ἐπεθύμησας θοίνης εὐτελεστέρας. τίνα δ ἦν τὰ Αἰγύπτια δεῖπνα Πρωταγορίδης ἐν τῷ α περὶ Δαφνικῶν ἀγώνων διδάσκει ἡμᾶς λέγων οὕτως:

: "τρίτη δὲ ἐστιν ἰδέα δείπνων Αἰγυπτιακὴ τραπεζῶν μὲν οὐ παρατιθεμένων, πινάκων δὲ περιφερομένων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION