- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 28

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 28)

Φιλόξενος δ ὁ Κυθήριος ἐν τῷ ἐπιγραφομένῳ Δείπνῳ εἴπερ τούτου καὶ ὁ κωμῳδιοποιὸς Πλάτων ἐν τῷ Φάωνι ἐμνήσθη καὶ μὴ τοῦ Λευκαδίου Φιλοξένου - τοιαύτην ἐκτίθεται παρασκευὴν δείπνου:? εἰς δ ἔφερον διπλόοι παῖδες λιπαρῶπα τράπεζαν ἄμμ, ἑτέραν δ ἕτεροις, ἄλλοι δ ἑτέραν, μέχρι οὗ πλήρωσαν οἶκον. ταὶ δὲ πρὸς ὑψιλύχνους ἔστιλβον αὐγὰς εὐστέφανοι λεκάναις παροψίσι τ ὀξυβάφων πλήρεις σύν τε χλιδῶσαι παντοδαποῖσι τέχνας εὑρήμασι πρὸς βιοτάν, ψυχᾶς δελεασματίοισι.

πάρφερον ἐν κανέοις μάζας χιονόχροας, ἄλλοι δ τοῖς δ ἔπι πρῶτα παρῆλθ οὐ κάκκαβος, ὦ φιλότας, ἀλλ ἁλοπαγές τι μέγιστον. πάντ ἔπαθεν λιπαρόν τ ἐς ἐγχέλεά τινες ἄριστον γογγροπροσωποτόμων πλῆρες θεοτερπές. ἐπ αὐτῷ δ ἄλλο παρῆλθε τόσον, βατὶς δ ἐνέης ἰσόκυκλος. μικρὰ δὲ κακκάβι ἦς ἔχοντα τὸ μὲν γαλεοῦ τι, ναρκίον ἄλλο .

. παρῆς ἕτερον πίων ἀπὸ τευθιάδων καὶ σηπιοπουλυποδείων. . ἁπαλοπλοκάμων. θερμὸς μετὰ ταῦτα παρῆλθεν ἰσοτράπεζος ὅλος νῆστις συνόδων πυρός ἔπειτα βαθμοὺς ἀτμίζων ἐπὶ τῷ δ ἐπίπασται τευθίδες, ὦ φίλε, κἀξανθισμέναι καρῖδες αἱ κυφαὶ παρῆλθον. θρυμματίδες δ ἐπὶ ταύταις εὐπέταλοι χλωραί θ ἁδυφάρυγγες πύρνων τε στεγαναὶ φύσται μέγαθος κακκάβου γλυκυόξεις. ὀμφαλὸς θοίνας καλεῖται παρὰ γ ἐμὶν καὶ τίν, σαφ οἶδα.

ὕστατα, ναὶ μὰ θεοὺς ὑπερμέγεθες τέμαχος θύννου μόλεν ὀπτὸν ἐκεῖθεν θερμοῦ ὅθι γλυφάνοις τετμημένον εὐθὺς ἀπ αὐτὰς τὰς ὑπογαστριδίας. διανεκέως ἐπαμύνειν εἴπερ ἐμίν τε μέλοι καὶ τίν, μάλα κεν κεχαροίμεθ. ἀλλ ὅθεν ἐλλίπομεν, θοίνα παρέης: ὅσα γ ἀλλέξαι δυνατά, κρατέω κἄγωγ ἔτι, κοὒ κε λέγοι τις πάνθ ἃ παρῆν ἐτύμως ὔμμιν παρέπαισε δὲ θερμὸν σπλάγχνον ἔπειτα δὲ νῆστις δέλφακος οἰκετικᾶς καὶ νῶτος ἐσῆλθε καὶ ὀσφὺς καὶ μινυρίγματα θερμά. καὶ κεφάλαιον ὅλον διάπτυχες ἑφθὸν ἁπερπευθηνος γαλακτοτρόφου πνικτᾶς ἐρίφου παρέθηκε, : εἶτα δίεφθ ἀκροκώλια σχελίδας τε μετ αὐτῶν λευκοφορινοχρόους, ῥύγχη, κεφάλαια πόδας τε χναυμάτιόν τε σεσιλφιωμένον.

ἑφθὰ τ ἔπειτα κρέ ὀπτὰ τ ἄλλ ἐρίφων τε καὶ ἀρνῶν, ἃ θ ὑπερωμόκρεως χορδὰ γλυκίστα μιξεριφαρνογενής, ἃν δὴ φιλέοντι θεοί, τοῦτ, ὦ φιλότας, ἔσθοις κε: λαγῷὰ τ ἔπειτ ἀλεκτρυόνων τε νεοσσοί, περδίκων φάσσεων τε χύδαν ἤδη δὲ παρεβάλλετο θερμὰ πολλά καὶ μαλακοπτυχέων ἄρτων, ὁμοσύζυγα δὲ ξανθὸν τ ἐπεισῆλθεν μέλι καὶ γάλα σύμπακτον, τό κε τυρὸν ἅπας τις ἦμεν ἔφασχ ἁπαλόν, κἠγὼν ἐφάμαν.

ὅτε δ ἤδη βρωτύος ἠδὲ ποτᾶτος ἐς κόρον ᾖμεν ἑταῖροι, τῆνα μὲν ἐξαπάειρον δμῶες, ἔπειτα δὲ παῖδες νίπτρ ἔδοσαν κατὰ χειρῶν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION