호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
῾ Ἡρόδοτος δέ φησιν ἐν τῇ ζ ὡς οἱ ὑποδεχόμενοι Ἑλλήνων τὸν βασιλέα καὶ δειπνίζοντες Ξέρξην ἐς πᾶν κακοῦ ἀφίκοντο οὕτως ὥστε ἐκ τῶν οἴκων ἀνάστατοι ἐγίνοντο:? ὅκου Θασίοισιν ὑπὲρ τῶν ἐν τῇ ἠπείρῳ πολίων τῶν σφετέρων δεξαμένοις τὴν Ξέρξεω στρατιὰν καὶ δειπνίσασι τετρακόσια τάλαντα ἀργυρίου Ἀντίπατρος τῶν ἀστῶν ἀνὴρ δόκιμος ἐδαπάνησε: καὶ γὰρ ἐκπώματα ἀργυρᾶ καὶ χρυσᾶ καὶ κρατῆρας παρετίθεντο, καὶ ταῦτα μετὰ τὸ δεῖπνον εἰ δὲ Ξέρξης δὶς ἐσιτέετο μεταλαμβάνων καὶ ἄριστον, ἀνάστατοι ἂν ἐγεγόνεσαν αἱ πόλεις.
καὶ ἐν τῇ θ δὲ τῶν ἱστοριῶν φησι: "βασιλήιον δεῖπνον βασιλεὺς προτίθεται, τοῦτο δὲ παρασκευάζεται ἅπαξ τοῦ ἐνιαυτοῦ ἐν ἡμέρῃ τῇ ἐγένετο ὁ βασιλεύς, οὔνομα δὲ τῷ δείπνῳ Περσιστὶ μὲν τυκτά, Ἑλληνιστὶ δὲ τέλειον. "τότε καὶ τὴν κεφαλὴν σμᾶται μοῦνον καὶ Πέρσαις δωρέεται. ὁ δὲ μέγας Ἀλέξανδρος δειπνῶν ἑκάστοτε μετὰ τῶν φίλων, ὡς ἱστορεῖ Ἔφιππος ὁ Ὀλύνθιος ἐν τῷ περὶ τῆς Ἀλεξάνδρου καὶ Ἡφαιστίωνος μεταλλαγῆς, ἀνήλισκε τῆς ἡμέρας μνᾶς ἑκατόν, δειπνούντων ἴσως ἑξήκοντα ἢ ἑβδομήκοντα φίλων, ὁ δὲ Περσῶν βασιλεύς, ὥς φησι Κτησίας καὶ Δίνων ἐν τοῖς Περσικοῖς, ἐδείπνει μὲν μετὰ ἀνδρῶν μυρίων πεντακισχιλίων, καὶ ἀνηλίσκετο εἰς τὸ δεῖπνον τάλαντα τετρακόσια.
γίνεται δὲ ταῦτα Ἰταλικοῦ νομίσματος ἐν μυριάσι διακοσίαις τεσσαράκοντα, αὗται δὲ εἰς μυρίους πεντακισχιλίους μεριζόμεναι ἑκάστῳ ἀνδρὶ γίνονται ἀνὰ ἑκατὸν ἑξήκοντα Ἰταλικοῦ νομίσματος.
ὥστ εἰς ἴσον καθίστασθαι τῷ τοῦ Ἀλεξάνδρου ἀναλώματι: ἑκατὸν γὰρ μνᾶς ἀνήλισκεν, ὡς ὁ Ἔφιππος ἱστόρησε. Μένανδρος δ ἐν Μέθῃ τοῦ μεγίστου δείπνου δαπάνημα τάλαντον τίθησι λέγων οὕτως: εἶτ οὐχ ὅμοια πράττομεν καὶ θύομεν ὅπου γε τοῖς θεοῖς μὲν ἠγορασμένον δραχμῶν ἄγω προβάτιον ἀγαπητὸν δέκα, αὐλητρίδας δὲ καὶ μύρον καὶ ψαλτρίας, Μενδαῖον,1 Θάσιον, ἐγχέλεις, τυρόν, μέλι μικροῦ ταλάντου, γίνεταί τε κατὰ λόγον ὡς γὰρ ὑπερβολῆς τινος ἀναλώματος τάλαντον ὠνόμασε. καὶ ἐν Δυσκόλῳ δέ φησιν οὕτως:
ὡς θύουσι δ οἱ τοιχωρύχοι, κίστας φέροντες σταμνία τ οὐχὶ τῶν θεῶν ἕνεκ, ἀλλ ἑαυτῶν. ὁ λιβανωτὸς εὐσεβὲς καὶ τὸ πόπανον: τοῦτ ἔλαβεν ὁ θεὸς ἐπὶ τὸ πῦρ ἅπαν ἐπιτεθέν.
οἱ δὲ τὴν ὀσφὺν ἄκραν καὶ τὴν χολήν, ὅτι ἔστ ἄβρωτα,5 τοῖς θεοῖς ἐπιθέντες αὐτοὶ τἄλλα καταπίνουσι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기