- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 23

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 23)

"ἡμέρην δὲ Πέρσαι ἁπασέων μάλιστα ἐκείνην τιμᾶν νομίζουσι τῇ ἕκαστος ἐγένετο.? "ἐν ταύτῃ δὲ πλέω δαῖτα τῶν ἄλλων δικαιεῦσι προτίθεσθαι ἐν τῇ οἱ εὐδαίμονες αὐτῶν βοῦν καὶ ὄνον καὶ ἵππον καὶ κάμηλον προτιθέαται ὅλους ὀπτοὺς ἐν καμίνοις: "οἱ δὲ πένητες αὐτῶν τὰ λεπτὰ τῶν προβάτων προτίθενται, σίτοισί τε ὀλίγοισι χρέονται, ἐπιφορήμασι δὲ πολλοῖσι καὶ οὐκ ἁλέσι. "καὶ διὰ τοῦτό φασι Πέρσαι τοὺς Ἕλληνας σιτεομένους πεινῶντας παύεσθαι, ὅτι σφίσιν ἀπὸ δείπνου παραφορέεται οὐδὲν λόγου ἄξιον εἰ δέ τι παραφέροιτο, ἐσθίοντας ἂν οὐ παύεσθαι. "οἴνῳ δὲ κάρτα προσκέαται: "καί σφιν οὐκ ἐμέσαι ἔξεστιν, οὐκ οὐρῆσαι ἀντίον ἄλλου. "ταῦτα μέν νυν οὕτω φυλάσσεται, μεθυσκόμενοι δὲ εἰώθασι βουλεύεσθαι τὰ σπουδαιότατα τῶν πρηγμάτων τὸ δ ἂν ἅδῃ σφίσι βουλευομένοισι, τοῦτο τῇ ὑστεραίῃ νήφουσι προτιθεῖ ὁ στεγέαρχος ἐν τοῦ ἂν ἐόντες βουλεύωνται. "καὶ ἢν μὲν ἅδῃ καὶ νήφουσι, χρέονται αὐτῷ εἰ δὲ μή, μετιεῖσιν. "τὰ δ ἂν νήφοντες προβουλεύσωνται, μεθυσκόμενοι ἐπιδιαγινώσκουσι.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION