- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 22 2:

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 22 2:)

"ἐν τοῖς συσσιτίοις, φησίν, οἱ Κρῆτες καθήμενοι συσσιτοῦσι, καὶ ὅτι ἀβαμβάκευστα τοῖς ὀρφανοῖς παρατίθεται:? "καὶ ὅτι οἱ νεώτατοι αὐτῶν ἐφεστᾶσι διακονοῦντες: "καὶ ὅτι μετ εὐφημίας σπείσαντες τοῖς θεοῖς μερίζουσι τῶν παρατιθεμένων ἅπασι: "ἀπονέμουσι δὲ καὶ τοῖς υἱοῖς κατὰ τὸν θᾶκον τὸν τοῦ πατρὸς ὑφιζάνουσιν ἐξ ἡμισείας τῶν τοῖς ἀνδράσι παρατιθεμένων, τοὺς δ ὀρφανοὺς ἰσομερεῖς εἶναι: "παρατίθεται δ αὐτοῖς ἀβαμβάκευτα τῇ κράσει καθ ἕκαστα τῶν νενομισμένων. "ἦσαν δὲ καὶ ξενικοὶ θᾶκοι καὶ τράπεζα τρίτη δεξιᾶς εἰσιόντων εἰς τὰ ἀνδρεῖα, ἣν Ξενίου τε Διὸς ξενίαν τε προσηγόρευον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION