호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν >δὲ τῆς διαίτης τῆς τοιαύτης σκληρότητα ὕστερον καταλύσαντες οἱ Λάκωνες ἐξώκειλαν εἰς τρυφήν.? Φύλαρχος γοῦν ἐν τῇ ε καὶ κ τῶν ἱστοριῶν τάδε γράφει περὶ αὐτῶν: "Λακεδαιμόνιοι εἰς μὲν τὰ φιδίτια οὐκ ἤρχοντο κατὰ τὸ πάτριον ἔθος: "ὅτε δὲ καὶ παραγένοιντο, μικρὰ συμπεριενεχθεῖσι νόμου χάριν παρεσκευάζετο καὶ σκιάδεια αὐτοῖς στρωμναί τε τοῖς μεγέθεσιν οὕτως ἐξησκημέναι πολυτελῶς καὶ τῇ ποικιλίᾳ διαφόρως ὥστε τῶν ξένων ἐνίους τῶν παραληφθέντων ὀκνεῖν τὸν ἀγκῶνα ἐπὶ τὰ προσκεφάλαια ἐρείδειν. "οἱ δὲ πρότερον ἐπὶ τοῦ κλιντηρίου ψιλοῦ διακαρτεροῦντες παρ ὅλην τὴν συνουσίαν, ὅτε τὸν ἀγκῶνα ἅπαξ ἐρείσειαν εἰς δὲ τὴν προειρημένην τρυφὴν ἦλθον ποτηρίων τ ἐκθέσεις πολλῶν καὶ βρωμάτων παντοδαπῶς πεποιημένων παραθέσεις, ἔτι δὲ μύρων ἐξηλλαγμένων, ὡς δ αὕτως οἴνων καὶ τραγημάτων. "καὶ τούτων ἦρξαν οἱ μικρὸν πρὸ Κλεομένους βασιλεύσαντες Ἄρευς καὶ Ἀκρότατος αὐλικὴν ἐξουσίαν ζηλώσαντες: "οὓς τοσοῦτον αὖθις ὑπερῆράν τινες τῶν ἰδιωτῶν τῶν ἐν Σπάρτῃ γενομένων κατ ἐκεῖνον τὸν χρόνον τῇ πολυτελείᾳ τῇ καθ αὑτούς, ὥστε δοκεῖν τὸν Ἄρεα καὶ τὸν Ἀκρότατον εὐτελείᾳ πάντας ὑπερβεβληκέναι τοὺς ἀφελεστάτους τῶν πρότερον. "Κλεομένης δὲ πολὺ διενέγκας τῷ τε συνιδεῖν πράγματα, καίτοι νέος ὢν, καὶ κατὰ τὴν δίαιταν ἀφελέστατος γέγονεν. "ἤδη γὰρ τηλικούτων πραγμάτων ἡγούμενος ἔμφασιν τοῖς παραλαμβανομένοις πρὸς τὴν θυσίαν ἐποίει διότι τὰ παρὰ ἐκείνοις τῶν παρ αὐτὸν οὐδὲν καταδεέστερον εἰή παρασκευαζόμενα, πολλῶν δὲ πρεσβειῶν παραγινομένων πρὸς αὐτὸν οὐδέποτε ἐνωρίστερον τοῦ κατειθισμένου συνῆγεν καιροῦ, πεντακλίνου τε διεστρώννυτο οὐδέποτε πλεῖον ὅτε δὲ μὴ παρείη πρεσβεία, τρίκλινον. "καὶ πρόσταγμα οὐκ ἐγίνετο δι ἐδεάτρου τίς εἵσεται καὶ κατακλιθήσεται πρῶτος, ἀλλ ὁ πρεσβύτατος ἡγεῖτο ἐπὶ τὰς κλίνας, εἰ μή. τιν αὐτὸς προσκαλέσαιτο. "κατελαμβάνετο δὲ ἐπὶ τὸ πολὺ μετὰ τοῦ ἀδελφοῦ κατακείμενος ἢ μετά τινος τῶν ἡλικιωτῶν. ἐπί τε τῷ τρίποδι ψυκτὴρ χαλκοῦς ἐπέκειτο καὶ κάδος καὶ σκαφίον ἀργυροῦν δύο κοτύλας χωροῦν καὶ κύαθος, ἡ δ ἐπίχυσις χαλκῆ. πιεῖν δὲ οὐ προσεφέρετο εἰ μή τις αἰτήσειεν ἐδίδοτο δὲ κύαθος εἷς πρὸ τοῦ δείπνου, αὐτῷ δὲ πολὺ πρώτῳ: "καὶ ὅτε προσνεύσειεν ἐκεῖνος, οὕτως ᾔτουν καὶ οἱ λοιποί, τὰ δὲ παρατιθέμενα ἐπὶ μὲν τραπεζίου ἦν τοῦ τυχόντος, τὰ δὲ λοιπὰ ὥστε μήθ ὑπεραίρειν μήτ ἐλλείπειν,4 ἀλλ ἱκανὰ ἅπασι γίνεσθαι καὶ μὴ προσδεῖσθαι τοὺς παρόντας. "οὔτε γὰρ οὕτως ᾤετο δεῖν ὥσπερ ἐν τοῖς φιδιτίοις δέχεσθαι ζωμῷ καὶ κρεᾳδίοις ἀφελῶς οὔτε πάλιν οὕτως ὑπερτείνειν ὡς εἰς τὸ μηθὲν δαπανᾶν, ὑπερβάλλοντα τὸ σύμμετρον τῆς διαίτης, τὸ μὲν γὰρ ἀνελεύθερον ἐνόμιζε, τὸ δ ὑπερήφανον. "ὁ δ οἶνος ἦν μικρῷ βελτίων ὅτε παρείησάν τινες, ἐπεὶ δὲ δειπνήσειαν, ἐσιώπων πάντες, ὅ τε παῖς ἐφειστήκει κεκραμένον ἔχων τὸ ποτὸν καὶ τῷ αἰτοῦντι προσέφερε, τὸν αὐτὸν δὲ τρόπον καὶ μετὰ τὸ δεῖπνον οὐ πλεῖον ἐδίδοτο δύο κυάθων καὶ τοῦτο προσνεύσαντι προσεφέρετο. "ἀκρόαμα δὲ οὐδὲν οὐδέποτε παρεπορεύετο, διετέλει δ αὐτὸς προσομιλῶν πρὸς ἕκαστον καὶ πάντας ἐκκαλούμενος εἰς τὸ τὰ μὲν ἀκούειν, τὰ δὲ λέγειν αὐτούς, ὥστε τεθηρευμένους ἀποτρέχειν ἅπαντας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기