- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 19

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 19)

τὸ δεῖπνον πρῶτον μὲν ἑκάστῳ χωρὶς παρατιθέμενον καὶ πρὸς ἕτερον κοινωνίαν οὐδεμίαν ἔχον εἶτα μᾶζαν μὲν ὅσην ἂν ἕκαστος ᾖ βουλόμενος, καὶ πιεῖν πάλιν ὅταν ᾖ θυμὸς ἑκάστῳ κώθων παρακείμενός ἐστιν.? ὄψον δὲ ταὐτὸν ἀεί ποτε πᾶσίν ἐστιν, ὑειόν κρέας ἑφθόν, ἐνίοτε δ οὐδ ὁτιμενοῦν πλὴν ὄψον τι μικρὸν ἔχον σταθμὸν ὡς τέταρτον μάλιστα, καὶ παρὰ τοῦτο ἕτερον οὐδὲν πλὴν ὅ γε ἀπὸ τούτων ζωμὸς ἱκανὸς ὢν παρὰ πᾶν τὸ δεῖπνον ἅπαντας αὐτοὺς παραπέμπειν, κἂν ἄρα ἐλάα τις ἢ τυρὸς ἢ σῦκον, ἀλλὰ κἄν τι λάβωσιν ἐπιδόσιμον, ἰχθὺν ἢ λαγὼν ἢ φάτταν ἤ τι τοιοῦτον, εἶτ ὀξέως ἤδη δεδειπνηκόσιν ὕστερα περιφέρεται ταῦτα τὰ ἐπάικλα καλούμενα, συμφέρει δ ἕκαστος εἰς τὸ φιδίτιον ἀλφίτων μὲν ὡς τρία μάλιστα ἡμιμέδιμνα Ἀττικά, οἴνου δὲ χοεῖς ἕνδεκά τινας ἢ δώδεκα, παρὰ δὲ ταῦτα τυροῦ σταθμόν τινα καὶ σύκων, ἔτι δὲ εἰς ὀψωνίαν περὶ δέκα τινὰς Αἰγιναίους ὀβολούς Σφαῖρος δ ἐν τρίτῳ Λακωνικῆς πολιτείας γράφει:

:

φέρουσι δὲ καὶ ἐπάικλα αὐτοῖς οἱ φιδίται: καὶ τῶν μὲν ἀγρευομένων ὑφ αὑτῶν ἐνίοτε οἱ πολλοί, οὐ μὴν ἀλλ οἵ γε πλούσιοι καὶ ἄρτον καὶ ὧν ἂν ὡρ´α ἐκ τῶν ἀγρῶν ὅσον εἰς αὐτὴν τὴν συνουσίαν, νομίζοντες καὶ τὸ πλείονα τῶν ἱκανῶν παρασκευάζειν περιττὸν εἶναι, μὴ μέλλοντά γε προσφέρεσθαι Μόλπις δέ φησι: ῾ μετὰ δὲ τὸ δεῖπνον εἰώθεν ἀεί τι παρά τινος κομίζεσθαι, ἐνίοτε δὲ καὶ παρὰ πλειόνων, παρ αὐτοῖς κατ οἶκον ἠρτυμένη ματτύη,5 ὃ καλοῦσιν ἐπάικλον.

τῶν δὲ κομιζομένων οὐδεὶς οὐθὲν ἀγοράσας εἰώθεν φέρειν οὔτε γὰρ ἡδονῆς οὐδ ἀκρασίας γαστρὸς οὕνεκεν κομίζουσιν, ἀλλὰ τῆς αὑτῶν ἀρετῆς ἀπόδειξιν τῆς κατὰ τὴν θήραν ποιούμενοι, πολλοὶ δὲ καὶ ποίμνια αὐτῶν τρέφοντες ἀφθόνως μεταδιδόασι τῶν ἐκγόνων. ἐστὶ δ ἡ ματτύα φάτται, χῆνες, τρυγόνες, κίχλαι, κόσσυφοι, λαγῴ, ἄρνες, ἔριφοι.

οἱ δὲ μάγειροι σημαίνουσι τοὺς ἀεί τι κομίζοντας εἰς μέσον, ἵνα πάντες εἰδῶσι τὴν τῆς θήρας φιλοπονίαν καὶ τὴν εἰς αὐτοὺς ἐκτένειαν Δημήτριος δ ὁ Σκήψιος ἐν τῷ α τοῦ Τρωικοῦ διακόσμου τὴν τῶν Καρνείων φησὶν ἑορτὴν παρὰ Λακεδαιμονίοις μίμημα εἶναι στρατιωτικῆς ἀγωγῆς. τόπους μὲν γὰρ εἶναι θ τῷ ἀριθμῷ, σκιάδες δὲ οὗτοι καλοῦνται σκηναῖς ἔχοντες παραπλήσιόν τι:

καὶ ἐννέα καθ ἕκαστον ἄνδρες δειπνοῦσι, πάντα τε ἀπὸ προστάγματος κηρύσσεται,2 ἔχει τε ἑκάστη σκιὰς φρατρίας τρεῖς καὶ γίνεται ἡ τῶν Καρνείων ἑορτὴ ἐπὶ ἡμέρας ῾.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION