- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 17 4:

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 17 4:)

τῆς δὲ κοπίδος μνημονεύει καὶ Ἀριστοφάνης ἢ Φιλύλλιος ἐν ταῖς Πόλεσιν, Ἐπίλυκός τε ἐν Κωραλίσκῳ λέγων οὕτως:? ποττὰν κοπίδ, οἰῶ, σώμαι ἐν Ἀμυκλαῖον παρ Ἀπέλλω, εἷ βάρακες πολλαὶ κἄρτοι καὶ δωμὸς τοι μάλα ἁδύς, διαρρήδην λέγων μάζας ἐν ταῖς κοπίσι παρατίθεσθαι - τοῦτο γὰρ αἱ βάρακες δηλοῦσιν, οὐχὶ τολύπας, ὥς φησι Λυκόφρων, ἢ τὰ προφυράματα τῶν μαζῶν, ὡς Ἐρατοσθένης - καὶ ἄρτους δὲ καὶ ζωμόν τινα καθηδυσμένον περιττῶς. τίς δέ ἐστιν ἡ κοπὶς σαφῶς ἐκτίθεται Μόλπις ἐν τῇ Λακεδαιμονίων πολιτείᾳ γράφων οὕτως ποιοῦσι δὲ καὶ τὰς καλουμένας κοπίδας:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION