- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 16

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 16)

πολέμων δ ἐν τῷ παρὰ Ξενοφῶντι κανάθρῳ τοῦ παρὰ Λάκωσι καλουμένου δείπνου κοπίδος μνημονεύοντα Κρατῖνον ἐν Πλούτοις λέγειν ἆρ ἀληθῶς τοῖς ξένοισιν ἔστιν, ὡς λέγουσ1, ἐκεῖ πᾶσι τοῖς ἐλθοῦσιν ἐν τῇ κοπίδι θοινᾶσθαι καλῶς, ἐν δὲ ταῖς λέσχαισι φύσκαι προσπεπατταλευμέναι κατακρέμανται τοῖσι πρεσβύταισιν ἀποδάκνειν ὀδάξ·? καὶ Εὔπολις ἐν Εἵλωσι: καὶ γένηται τοῖσδε σάμερον κοπίς.

δεῖπνον δ ἐστὶν ἰδίως ἔχον ἡ κοπίς, καθάπερ καὶ τὸ καλούμενον ἀίκλον. ἐπὴν δὲ κοπίζωσι, πρῶτον μὲν δὴ σκηνὰς ποιοῦνται παρὰ τὸν θεόν, ἐν δὲ ταύταις στιβάδας ἐξ ὕλης, ἐπὶ δὲ τούτων δάπιδας ὑποστρωννύουσιν, ἐφ αἷς τοὺς κατακλιθέντας εὐωχοῦσιν οὐ μόνον τοὺς ἐκ τῆς ἡμεδαπῆς ἀφικνουμένους, ἀλλὰ καὶ τοὺς ἐπιδημήσαντας τῶν ξένων, θύουσι δ ἐν ταῖς κοπίσιν αἶγας, ἄλλο δ οὐδὲν ἱερεῖον καὶ τῶν κρεῶν διδόασι μοίρας πᾶσι καὶ τὸν καλούμενον φυσίκιλλον, ὅς ἐστιν ἀρτίσκος ἐγκρίδι παραπλήσιος, γογγυλώτερος δὲ τὴν ἰδέαν. διδόασι τῶν συνιόντων ἑκάστῳ τυρὸν χλωρὸν καὶ γαστρὸς καὶ φύσκης τόμον καὶ τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς, κοπίζει δὲ καὶ τῶν ἄλλων Σπαρτιατῶν ὁ βουλόμενος.

ἐν δὲ τῇ πόλει κοπίδας ἄγουσι καὶ τοῖς Τιθηνιδίοις καλουμένοις ὑπὲρ τῶν παίδων κομίζουσι γὰρ αἱ τιτθαὶ τὰ ἄρρενα παιδία κατὰ τὸν καιρὸν τοῦτον εἰς ἀγρόν, καὶ πρὸς τὴν Κορυθαλίαν καλουμένην Ἄρτεμιν, ἧς τὸ ἱερὸν παρὰ τὴν καλουμένην Τίασσόν ἐστιν ἐν τοῖς πρὸς τὴν Κλήταν μέρεσι, τὰς κοπίδας παραπλησίως ταῖς λελεγμέναις ἐπιτελοῦσι. θύουσι δὲ καὶ τοὺς γαλαθηνοὺς ὀρθαγορίσκους καὶ παρατιθέασιν ἐν τῇ θοίνῃ τοὺς ἰπνίτας ἄρτους.

ὅτι ἀίκλον ὑπὸ τῶν ἄλλων Δωριέων καλεῖται τὸ δεῖπνον. Ἐπίχαρμος γοῦν ἐν Ἐλπίδι φησίν ἐκάλεσε γάρ τύ τις ἐπ αἶκλον ἀέκων,3 τὺ δὲ ἑκὼν ᾤχεο τρέχων. τὰ αὐτὰ εἴρηκε καὶ ἐν Περιάλλῳ.

"ἐν δὲ τῇ Λακεδαίμονι τοῖς εἰσιοῦσιν εἰς τὸ φιδίτιον μετὰ δεῖπνον τὸ καλούμενον ἀίκλον εἰσφέρουσιν ἄρτους ἐν ἀρριχίδι καὶ κρέας ἑκάστῳ, καὶ τῷ νέμοντι τὰς μοίρας ἀκολουθῶν ὁ διάκονος κηρύττει τὸ ἀίκλον προστιθεὶς τοῦ πέμψαντος τὴν ὀνομασίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION