호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἄλεξις δ ἐν Συντρέχουσιν ἐπισκώπτων τὰ Ἀττικὰ δεῖπνά φησιν ἔγωγε δύο λαβεῖν μαγείρους βούλομαι οὓς ἂν σοφωτάτους δύνωμ ἐν τῇ πόλει.? μέλλοντα δειπνίζειν γὰρ ἄνδρα Θετταλὸν οὐκ Ἀττικηρῶς οὐδ ἀπηκριβωμένως λιμῷ με παρατεῖναι τὸν ἄνδρα δεῖ καθ ἓν ἕκαστον αὐτῷ παρατιθέντα μεγαλείως δέ εὐτράπεζοι δ εἰσὶν ὄντως οἱ Θετταλοί, καθὰ καὶ Ἔριφός φησιν ἐν Πελταστῇ οὕτως τάδ οὐ Κόρινθος οὐδὲ Λαίς, ὦ Σύρε, οὐδ εὐτραπέζων Θετταλῶν ξένων τροφαί, ὧν οὐκ ἄμοιρος ἥδε χεὶρ ἐγίνετο.
ὑπόμνησιν ποιουμένους τῆς ἀρχαίας ἀγωγῆς.
Σόλων δὲ τοῖς ἐν πρυτανείῳ σιτουμένοις μᾶζαν παρέχειν κελεύει, ἄρτον δὲ ταῖς ἑορταῖς προσπαρατιθέναι, μιμούμενος τὸν Ὅμηρον. φησίν.
"ἐν Ἀθήναις δὲ ἱστοροῦσιν οὐ πάνυ ἀρχαίων δυεῖν γινομένων δείπνων ἐν Λυκείῳ τε καὶ Ἀκαδημείᾳ, τοῦ μὲν εἰς τὴν Ἀκαδήμειαν εἰσενέγκαντος ὀψοποιοῦ λοπάδα πρὸς ἑτέραν τινὰ χρείαν τὸν κέραμον κατᾶξαι πάντα τοὺς ἱεροποιοὺς ὡς οὐκ ἀστείας παρεισδύσεως γινομένης, δέοντος ἀπέχεσθαι τούτων τῶν μακρόθεν τὸν δ ἐν τῷ Λυκείῳ κρέας ταριχηρὸν εἰς τάριχος διασκευάσαντα μαστιγωθῆναι ὡς παρασοφιζόμενον πονηρῶς. "ἄνευ ὄψου, ἔφη, ὡς ἐοίκας, ποιεῖς τοὺς ἄνδρας ἑστιωμένους.
"ἀληθῆ, ἦν δ ἐγώ, λέγεις: "ἐπελαθόμην ὅτι καὶ ὄψον ἕξουσιν, ἅλας τε δηλονότι καὶ ἐλαίας καὶ τυρόν, καὶ βολβοὺς καὶ λάχανά γε, οἱᾶ δὴ ἐν ἀγροῖς ἑψήματα,1 ἑψήσονται. "καὶ τραγήματά που παραθήσομεν αὐτοῖς τῶν τε σύκων καὶ ἐρεβίνθων καὶ κυάμων, καὶ μύρτα καὶ φηγοὺς σποδιοῦσι πρὸς τὸ πῦρ, μετρίως ὑποπίνοντες . καὶ οὕτως διάγοντες τὸν βίον ἐν εἰρήνῃ μετὰ ὑγιείας, ὡς εἰκός, γηραιοὶ τελευτῶντες ἄλλον τοιοῦτον βίον τοῖς ἐκγόνοις παραδώσουσιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기