호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μύραιναν δ ἐπέθηκε φέρων, προκάλυμμα τραπέζης, ζώνην θ, ἣν φορέεσκεν ἀγαλλομένη περὶ δειρήν, εἰς λέχος ἡνίκ ἔβαινε Δρακοντιάδῃ μεγαθύμῳ σάνδαλα δ αὖ παρέθηκεν ἀειγενῆ ἀθανατάων, βούγλωσσὸν θ,6 ὃς ἔναιεν ἐν ἅλμῃ μορμυρούσῃ, κίχλας δ ἑξείης ἡβήτορας ὑψιπετήεις καὶ πέτρας κάτα βοσκομένας, ὑάδας θ ὑδατινούς.? ἐν δ ἀναμὶξ σαργοί τε καὶ ἵππουροι γλάνιές τε, μόρμυρος ἄντα δ ἐῆν, γαλέη,7 σπάρος οὓς ὁ μάγειρος σίζοντας παρέθηκε φέρων, κνίσωσε δὲ δῶμα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기