- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 12 6:

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 12 6:)

αὐτὰρ ἐχίνους ῥῖψα καρηκομόωντας ἀκάνθαις:? οἱ δὲ κυλινδόμενοι καναχὴν ἔχον ἐν ποσὶ παίδων ἐν καθαρῷ, ὅθι κύματ ἐπ ἠιόνος κλύζεσκε: πολλὰς δ ἐκ κεφαλῆς προθελύμνους εἷλκον ἀκάνθας. ἡ δὲ Φαληρικὴ ἦλθ ἀφύη, Τρίτωνος ἑταίρη, ἄντα παρειάων σχομένη ῥυπαρὰ κρήδεμνα. . ,1 τοὺς δ ὁ Κύκλωψ ἐφίλει καὶ ἐν οὔρεσιν ἐξεπεφύκει πίνας ἦλθε φέρων κατὰ τρύβλια ἠχήεντα, ἃς κατὰ φυκότριχος πέτρης λευκὸν τρέφει ὕδωρ ψῆττά τε χονδροφυὴς καὶ τρίγλη μιλτοπάρῃος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION