호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὅτι δ ἤσθιον διὰ ἀναστόμωσιν καὶ τὰς δι ὄξους καὶ νάπυος γογγυλίδας σαφῶς παρίστησι Νίκανδρος ἐν δευτέρῳ Γεωργικῶν λέγων οὕτως:? γογγυλίδος δισσὴ γὰρ ἰδ ἐκ ῥαφάνοιο γενέθλη μακρή τε στιφρή τε φαείνεται ἐν πρασιῇσι.
καὶ τὰς μὲν θ αὑήνον ἀποπλύνας βορέῃσι, προσφιλέας χειμῶνι καὶ οἰκουροῖσιν ἀεργοῖς: θερμοῖς δ ἰκμανθεῖσαι ἀναζώουσ1 ὑδάτεσσι. τμῆγε δὲ γογγυλίδος ῥίζας καὶ ἀκαρφέα φλοιὸν ἦκα καθηράμενος λεπτουργέας, ἠελίῳ δὲ αὐήνας ἐπὶ τυτθὸν ὁτὲ ᾿ν ζεστῷ ἀποβάπτων ὕδατι δριμείῃ πολέας ἐμβάπτισον ἅλμῃ, ἄλλοτε δ αὖ λευκὸν γλεῦκος συστάμνισον ὄξει ἶσον ἴσῳ, τὰς δ ἐντὸς ἐπιστύψας ἁλὶ κρύψαις. πολλάκι δ ἀσταφίδας προχέαις τριπτῆρι λεήνας σπέρματὰ τ ἐνδάκνοντα σινήπυος.
εἰν ἑνὶ δὲ τρὺξ ὄξεος ἰκμάζουσα καὶ ὠμοτέρην ἐπὶ κόρσην ὡρ´ιον ἁλμαίην αμυσαι κεχρηόσι δαίτης. Δίφιλος δ ἢ Σώσιππος ἐν Ἀπολειπούσῃ :
ἔστιν ἔνδον ὄξος ὀξύ σοι· β. ὑπολαμβάνω, παιδάριον ὀπὸν εἰλήφαμεν. ἄριστα τούτοις πάντα πιέσω καὶ πυκνά, ἡ φυλλὰς ἡ δριμεῖα περιοισθήσεται: τῶν πρεσβυτέρων γὰρ ταῦτα τῶν ἡδυσμάτων ἀναστομοῖ τάχιστα τᾀσθητήρια, τό τε νωκαρῶδες καὶ κατημβλυωμένον ἐσκέδασε κἀποίησεν ἡδέως φαγεῖν.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기