호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Δίφιλος δ ἐν Ἀπολειπούσῃ μάγειρόν τινα παράγων ποιεῖ τάδε λέγοντα:? πόσοι τὸ πλῆθός εἰσιν οἱ κεκλημένοι εἰς τοὺς γάμους, βέλτιστε, καὶ πότερ Ἀττικοὶ ἅπαντες ἢ κἀκ τοὐμπορίου τινές· β.
τί δαὶ τοῦτ ἐστὶ πρὸς σὲ τὸν μάγειρον· α. τῆς τέχνης ἡγεμονία τίς ἐστιν αὕτη σοι, πάτερ, τὸ τῶν ἐδομένων τὰ στόματα προειδέναι. οἱο῀ν Ῥοδίους κέκληκας: εἰσιοῦσι δὸς εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην αὐτοῖς σπάσαι ἀποζέσας σίλουρον ἢ λεβίαν, ἐφ ᾧ χαριεῖ πολὺ μᾶλλον ἢ μυρίνην προσεγχέας. β.
ἀστεῖον ὁ σιλουρισμός. α. ἂν Βυζαντίους, ἀψινθίῳ σφιν δεῦσον ὅσα γ ἂν παρατιθῇς, κάθαλα ποιήσας πάντα κἀσκοροδισμένα. διὰ γὰρ τὸ πλῆθος τῶν παρ: αὐτοῖς ἰχθύων πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης. Μένανδρος δ ἐν Τροφωνίῳ: ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχή. β. τίνος· ποδαποῦ· διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ. οἱο῀ν τὰ νησιωτικὰ ταυτὶ ξενύδρια, ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ ἁλίσκετ, ἀλλ οὕτω παρέργως ἅπτεται: τὰς δ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα μᾶλλον προσεδέξατ.
Ἀρκαδικὸς τοὐναντίον ἀθάλαττος ὢν τοῖς λοπαδίοις ἁλίσκεται: Ιὠνικὸς πλούταξ, ὑποστάσεις ποιῶν κάνδαυλον, ὑποβινητιῶντα βρώματα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기