- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 8

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 8)

Λυγκεὺς δ ἐν Κενταύρῳ διαπαίζων τὰ Ἀττικὰ δεῖπνά φησι:? μάγειρ, ὁ θύων ἐστὶ δειπνίζων τ ἐμὲ Ῥόδιος, ἐγὼ δ ὁ κεκλημένος Περίνθιος. οὐδέτερος ἡμῶν ἥδεται τοῖς Ἀττικοῖς δείπνοις. ἀηδία γάρ ἐστιν Ἀττικὴ ὥσπερ ξενική: παρέθηκε πίνακα γὰρ μέγαν ἔχοντα μικροὺς πέντε πινακίσκους ἄνω:

τούτων ὁ μὲν ἔχει σκόροδον, ὁ δ ἐχίνους δύο, ὁ δὲ θρυμματίδα γλυκεῖαν, ὁ δὲ κόγχας δέκα, ὁ δ ἀντακαίου μικρόν, ἐν ὅσῳ δ ἐσθίω, ἕτερος ἐκεῖν, ἐν ὅσῳ δ ἐκεῖνος, τοῦτ ἐγὼ ἠφάνισα. βούλομαι δὲ γ, ὦ βέλτιστε σύ, κἀκεῖνο καὶ τοῦτ, ἀλλ ἀδύνατα βούλομαι οὔτε στόματα γὰρ οὔτε χεῖρας πέντ ἔχω. ὄψιν μὲν οὖν ἔχει τὰ τοιαῦτα ποικίλην, ἀλλ οὐδέν ἐστι τοῦτο πρὸς τὴν γαστέρα:

κατέπασα γὰρ τὸ χεῖλος, οὐκ ἐνέπλησα δέ. τί οὖν ἔχεις· β. ὄστρεια πολλά. α. πίνακά μοι τούτων παραθήσεις αὐτὸν ἐφ ἑαυτοῦ μέγαν. ἔχεις ἐχίνους· β. ἕτερος ἔσται σοι πίναξ: αὐτὸς γὰρ αὐτὸν ἐπριάμην ὀκτὼ ὀβολῶν. α. ὀψάριον αὐτὸ τοῦτο παραθήσεις μόνον. Δρομέας δ ὁ παράσιτος ἐρωτήσαντός τινος αὐτόν, ὥς φησιν ὁ Δελφὸς Ἡγήσανδρος, πότερον ἐν ἄστει γίνεται βελτίω δεῖπνα ἢ ἐν Χαλκίδι, τὸ προοίμιον εἶπε τῶν ἐν Χαλκίδι δείπνων χαριέστερον εἶναι τῆς ἐν ἄστει παρασκευῆς, τὸ πλῆθος τῶν ὀστρέων καὶ τὴν ποικιλίαν προοίμιον εἰπὼν δείπνου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION