- 텍스트

Athenaeus, The Deipnosophists, Book 4, book 4, chapter 6

(아테나이오스, The Deipnosophists, Book 4, book 4, chapter 6)

εἰς ταῦτα, ὦ ἑταῖρε Τιμόκρατες, ἀποβλέπων τίνι συγκρῖναι ἔχεις τῶν Ἑλληνικῶν δείπνων τὸ προκείμενον τοῦτο συμπόσιον·? ὁπότε καὶ Ἀντιφάνης ὁ κωμῳδιοποιὸς ἐν Οἰνομάῳ ἢ Πέλοπι διαπαίζων ἔφη: τί δ ἂν Ἕλληνες μικροτράπεζοι, φυλλοτρῶγες δράσειαν· ὅπου τέτταρα λήψῃ κρέα μίκρ ὀβολοῦ. παρὰ δ ἡμετέροις προγόνοισιν ὅλους βοῦς ὤπτων, ὗς,2 ἐλάφους, ἄρνας: τὸ τελευταῖον δὲ ὁ μάγειρος ὅλον τέρας ὀπτήσας μεγάλῳ βασιλεῖ θερμὴν παρέθηκε κάμηλον.

ὁ Ἀριστοφάνης δ ἐν Ἀχαρνεῦσι καὶ αὐτὸς τῶν βαρβάρων ἐμφανίζων τὴν μεγαλειότητά φησιν: πρ. εἶτ ἐξένιζε παρετίθει θ ἡμῖν ὅλους ἐκ κριβάνου βοῦς. δικ. καὶ τίς εἶδε πώποτε βοῦς κριβανίτας·

τῶν ἀλαζονευμάτων. πρ. καὶ ναὶ μὰ Δί ὄρνιν τριπλάσιον Κλεωνύμου παρέθηκεν ἡμῖν ὄνομα δ ἦν αὐτῷ φέναξ. Ἀναξανδρίδης δ ἐν Πρωτεσιλάῳ διασύρων τὸ τῶν Ἰφικράτους γάμων συμπόσιον, ὅτε ἤγετο τὴν Κότυος τοῦ Θρᾳκῶν βασιλέως θυγατέρα, φησί:?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION