호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ περὶ μὲν διαβολῆς εἰρήσθω τοσαῦτα, διήγησις δ ἐν μὲν τοῖς ἐπιδεικτικοῖς ἐστιν οὐκ ἐφεξῆς ἀλλὰ κατὰ μέρος:? δεῖ μὲν γὰρ τὰς πράξεις διελθεῖν ἐξ ὧν ὁ λόγος: σύγκειται γὰρ ἔχων ὁ λόγος τὸ μὲν ἄτεχνον οὐθὲν γὰρ αἴτιος ὁ λέγων τῶν πράξεων, τὸ δ ἐκ τῆς τέχνης: τοῦτο δ ἐστὶν ἢ ὅτι ἔστι δεῖξαι, ἐὰν ᾖ ἄπιστον, ἢ ὅτι ποιόν, ἢ ὅτι ποσόν, ἢ καὶ ἅπαντα. διὰ δὲ τοῦτ ἐνίοτε οὐκ ἐφεξῆς δεῖ διηγεῖσθαι πάντα, ὅτι δυσμνημόνευτον τὸ δεικνύναι οὕτως:
ἐκ μὲν οὖν τούτων ἀνδρεῖος, ἐκ δὲ τῶνδε σοφὸς ἢ δίκαιος. καὶ ἁπλούστερος ὁ λόγος οὗτος, ἐκεῖνος δὲ ποικίλος καὶ οὐ λιτός. δεῖ δὲ τὰς μὲν γνωρίμους ἀναμιμνήσκειν:
διὸ οἱ πολλοὶ οὐδὲν δέονται διηγήσεως, οἱο῀ν εἰ θέλεις Ἀχιλλέα ἐπαινεῖν ἴσασι γὰρ πάντες τὰς πράξεις, ἀλλὰ χρῆσθαι αὐταῖς δεῖ. ἐὰν δὲ Κριτίαν, δεῖ: οὐ γὰρ πολλοὶ ἴσασιν . . . . νῦν δὲ γελοίως τὴν διήγησίν φασι δεῖν εἶναι ταχεῖαν.
καίτοι ὥσπερ ὁ τῷ μάττοντι ἐρομένῳ πότερον σκληρὰν ἢ μαλακὴν μάξῃ "τί δ" , ἔφη <τις>, "εὖ ἀδύνατον· , καὶ ἐνταῦθα ὁμοίως: δεῖ γὰρ μὴ μακρῶς διηγεῖσθαι ὥσπερ οὐδὲ προοιμιάζεσθαι μακρῶς, οὐδὲ τὰς πίστεις λέγειν. οὐδὲ γὰρ ἐνταῦθά ἐστι τὸ εὖ ἢ τὸ ταχὺ ἢ τὸ συντόμως, ἀλλὰ τὸ μετρίως: τοῦτο δ ἐστὶ τὸ λέγειν ὅσα δηλώσει τὸ πρᾶγμα, ἢ ὅσα ποιήσει ὑπολαβεῖν γεγονέναι ἢ βεβλαφέναι ἢ ἠδικηκέναι, ἢ τηλικαῦτα ἡλίκα βούλει, τῷ δὲ ἐναντίῳ τὰ ἐναντία: παραδιηγεῖσθαι δὲ ὅσα εἰς τὴν σὴν ἀρετὴν φέρει οἱο῀ν "ἐγὼ δ ἐνουθέτουν, ἀεὶ τὰ δίκαια λέγων, μὴ τὰ τέκνα ἐγκαταλείπειν" , ἢ θατέρου κακίαν:
"ὁ δὲ ἀπεκρίνατό μοι ὅτι, οὗ ἂν ᾖ αὐτός, ἔσται ἄλλα παιδία" , ὃ τοὺς ἀφισταμένους Αἰγυπτίους ἀποκρίνασθαί φησιν ὁ Ἡρόδοτος: ἢ ὅσα ἡδέα τοῖς δικασταῖς. ἀπολογουμένῳ δὲ ἐλάττων ἡ διήγησις:
αἱ γὰρ ἀμφισβητήσεις ἢ μὴ γεγονέναι ἢ μὴ βλαβερὸν εἶναι ἢ μὴ ἄδικον ἢ μὴ τηλικοῦτον, ὥστε περὶ τὸ ὁμολογούμενον οὐ διατριπτέον, ἐὰν μή τι εἰς ἐκεῖνο συντείνῃ, οἱο῀ν εἰ πέπρακται, ἀλλ οὐκ ἄδικον. ἔτι πεπραγμένα δεῖ λέγειν ὅσα μὴ πραττόμενα ἢ οἶκτον ἢ δείνωσιν φέρει:
παράδειγμα ὁ Ἀλκίνου ἀπόλογος, ὃς πρὸς τὴν Πηνελόπην ἐν ἑξήκοντα ἔπεσιν πεποίηται, καὶ ὡς Φάϋλλος τὸν κύκλον, καὶ ὁ ἐν τῷ Οἰνεῖ πρόλογος. ἠθικὴν δὲ χρὴ τὴν διήγησιν εἶναι:
ἔσται δὲ τοῦτο, ἂν εἰδῶμεν τί ἦθος ποιεῖ. ἓν μὲν δὴ τὸ προαίρεσιν δηλοῦν, ποιὸν δὲ τὸ ἦθος τῷ ποιὰν ταύτην, ἡ δὲ προαίρεσις ποιὰ τῷ τέλει: διὰ τοῦτο <δ> οὐκ ἔχουσιν οἱ μαθηματικοὶ λόγοι ἤθη, ὅτι οὐδὲ προαίρεσιν τὸ γὰρ οὗ ἕνεκα οὐκ ἔχουσιν, ἀλλ οἱ Σωκρατικοί: περὶ τοιούτων γὰρ λέγουσιν. ἄλλα δ ἠθικὰ τὰ ἑπόμενα ἑκάστῳ ἤθει, οἱο῀ν ὅτι ἅμα λέγων ἐβάδιζεν:
δηλοῖ γὰρ θρασύτητα καὶ ἀγροικίαν ἤθους. καὶ μὴ ὡς ἀπὸ διανοίας λέγειν, ὥσπερ οἱ νῦν, ἀλλ ὡς ἀπὸ προαιρέσεως: "ἐγὼ δὲ ἐβουλόμην: καὶ προειλόμην γὰρ τοῦτο: ἀλλ εἰ μὴ ὠνήμην, βέλτιον" : τὸ μὲν γὰρ φρονίμου τὸ δὲ ἀγαθοῦ: φρονίμου μὲν γὰρ ἐν τῷ τὸ ὠφέλιμον διώκειν, ἀγαθοῦ δ ἐν τῷ τὸ καλόν. ἂν δ ἄπιστον ᾖ, τότε τὴν αἰτίαν ἐπιλέγειν, ὥσπερ Σοφοκλῆς ποιεῖ: παράδειγμα τὸ ἐκ τῆς Ἀντιγόνης, ὅτι μᾶλλον τοῦ ἀδελφοῦ ἐκήδετο ἢ ἀνδρὸς ἢ τέκνων: τὰ μὲν γὰρ ἂν γενέσθαι ἀπολομένων, μητρὸς δ ἐν Αἵδου καὶ πατρὸς βεβηκότωνοὐκ ἔστ ἀδελφὸς ὅς τις ἂν βλάστοι ποτέ. ἐὰν δὲ μὴ ἔχῃς αἰτίαν, ἀλλ ὅτι οὐκ ἀγνοεῖς ἄπιστα λέγων, ἀλλὰ φύσει τοιοῦτος εἶ: ἀπιστοῦσι γὰρ ἄλλο τι πράττειν ἑκόντα πλὴν τὸ συμφέρον. ἔτι ἐκ τῶν παθητικῶν λέγε διηγούμενος καὶ τὰ ἑπόμενα καὶ ἃ ἴσασι, καὶ τὰ ἴδια ἢ σεαυτῷ ἢ ἐκείνῳ προσόντα:
"ὁ δ ᾤχετό με ὑποβλέψας" . καὶ ὡς περὶ Κρατύλου Αἰσχίνης, ὅτι διασίζων, τοῖν χειροῖν διασείων: πιθανὰ γάρ, διότι σύμβολα γίγνεται ταῦτα ἃ ἴσασιν ἐκείνων ὧν οὐκ ἴσασιν. πλεῖστα δὲ τοιαῦτα λαβεῖν ἐξ Ὁμήρου ἔστιν: ὧς ἄρ ἔφη, γρῆυς δὲ κατέσχετο χερσὶ πρόσωπα: οἱ γὰρ δακρύειν ἀρχόμενοι ἐπιλαμβάνονται τῶν ὀφθαλμῶν. καὶ εὐθὺς εἴσαγε καὶ σεαυτὸν ποιόν τινα, ἵνα ὡς τοιοῦτον θεωρῶσιν, καὶ τὸν ἀντίδικον: λανθάνων δὲ ποίει. ὅτι δὲ ῥᾴδιον, ὁρ´α ἐκ τῶν ἀπαγγελλόντων: περὶ ὧν γὰρ μηθὲν ἴσμεν, ὅμως λαμβάνομεν ὑπόληψιν τινά. πολλαχοῦ δὲ δεῖ διηγεῖσθαι, καὶ ἐνίοτε οὐκ ἐν ἀρχῇ. ἐν δὲ δημηγορίᾳ ἥκιστα διήγησις ἔστιν, ὅτι περὶ τῶν μελλόντων οὐθεὶς διηγεῖται:
ἀλλ ἐάν περ διήγησις ᾖ, τῶν γενομένων ἔστω, ἵνα ἀναμνησθέντες ἐκείνων βέλτιον βουλεύσωνται περὶ τῶν ὕστερον, ἢ διαβάλλοντος ἢ ἐπαινοῦντος: ἀλλὰ τότε οὐ τὸ τοῦ συμβούλου ποιεῖ ἔργον. ἂν δ ᾖ ἄπιστον, ὑπισχνεῖσθαι δεῖ καὶ αἰτίαν λέγειν εὐθὺς καὶ διατάττειν ὡς βούλονται, οἱο῀ν ἡ Ιὀκάστη ἡ Καρκίνου ἐν τῷ Οἰδίποδι ἀεὶ ὑπισχνεῖται πυνθανομένου τοῦ ζητοῦντος τὸν υἱόν, καὶ ὁ Αἵμων ὁ Σοφοκλέους.?
이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기