- 텍스트

Aristotle, Rhetoric, Book 3, chapter 16 10:

(아리스토텔레스, 수사학, Book 3, chapter 16 10:)

ἔτι ἐκ τῶν παθητικῶν λέγε διηγούμενος καὶ τὰ ἑπόμενα καὶ ἃ ἴσασι, καὶ τὰ ἴδια ἢ σεαυτῷ ἢ ἐκείνῳ προσόντα:? "ὁ δ ᾤχετό με ὑποβλέψας" . καὶ ὡς περὶ Κρατύλου Αἰσχίνης, ὅτι διασίζων, τοῖν χειροῖν διασείων: πιθανὰ γάρ, διότι σύμβολα γίγνεται ταῦτα ἃ ἴσασιν ἐκείνων ὧν οὐκ ἴσασιν. πλεῖστα δὲ τοιαῦτα λαβεῖν ἐξ Ὁμήρου ἔστιν: ὧς ἄρ ἔφη, γρῆυς δὲ κατέσχετο χερσὶ πρόσωπα: οἱ γὰρ δακρύειν ἀρχόμενοι ἐπιλαμβάνονται τῶν ὀφθαλμῶν. καὶ εὐθὺς εἴσαγε καὶ σεαυτὸν ποιόν τινα, ἵνα ὡς τοιοῦτον θεωρῶσιν, καὶ τὸν ἀντίδικον: λανθάνων δὲ ποίει. ὅτι δὲ ῥᾴδιον, ὁρ´α ἐκ τῶν ἀπαγγελλόντων: περὶ ὧν γὰρ μηθὲν ἴσμεν, ὅμως λαμβάνομεν ὑπόληψιν τινά. πολλαχοῦ δὲ δεῖ διηγεῖσθαι, καὶ ἐνίοτε οὐκ ἐν ἀρχῇ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION