호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεῖ δὲ μεταφέρειν, καθάπερ εἴρηται πρότερον, ἀπὸ οἰκείων καὶ μὴ φανερῶν, οἱο͂ν καὶ ἐν φιλοσοφίᾳ τὸ ὅμοιον καὶ ἐν πολὺ διέχουσι θεωρεῖν εὐστόχου, ὥσπερ Ἀρχύτασ ἔφη ταὐτὸν εἶναι διαιτητὴν καὶ βωμόν· ἐπ’ ἄμφω γὰρ τὸν ἀδικούμενον καταφεύγειν. ἢ εἴ τισ φαίη ἄγκυραν καὶ κρεμάθραν τὸ αὐτὸ εἶναι· ἄμφω γὰρ ταὐτό τι, ἀλλὰ διαφέρει τῷ ἄνωθεν καὶ κάτωθεν. καὶ τὸ ἀνωμαλίσθαι τὰσ πόλεισ ἐν πολὺ διέχουσιν ταὐτό, ἐν ἐπιφανείᾳ καὶ δυνάμεσι τὸ ἴσον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기