- 텍스트

Aristotle, Rhetoric, Book 3, chapter 11

(아리스토텔레스, 수사학, Book 3, chapter 11)

ὅτι μὲν οὖν τὰ ἀστεῖα ἐκ μεταφορᾶς τε τῆς ἀνάλογον λέγεται καὶ τῷ πρὸ ὀμμάτων ποιεῖν, εἴρηται:? λεκτέον δὲ τί λέγομεν πρὸ ὀμμάτων, καὶ τί ποιοῦσι γίγνεται τοῦτο. λέγω δὴ πρὸ ὀμμάτων ταῦτα ποιεῖν ὅσα ἐνεργοῦντα σημαίνει, οἱο῀ν τὸν ἀγαθὸν ἄνδρα φάναι εἶναι τετράγωνον μεταφορά, ἄμφω γὰρ τέλεια, ἀλλ οὐ σημαίνει ἐνέργειαν:

ἀλλὰ τὸ "ἀνθοῦσαν ἔχοντος τὴν ἀκμήν" ἐνέργεια, καὶ τὸ "σὲ δ ὥσπερ ἄφετον" ἐλεύθερον ἐνέργεια, καὶ <τοὐντεῦθεν οὖν> Ἕλληνες ᾄξαντες ποσίν: τὸ ᾄξαντες ἐνέργεια καὶ μεταφορά: ταχὺ γὰρ λέγει. καὶ ὡς κέχρηται πολλαχοῦ Ὅμηρος, τὸ τὰ ἄψυχα ἔμψυχα ποιεῖν διὰ τῆς μεταφορᾶς.

ἐν πᾶσι δὲ τῷ ἐνέργειαν ποιεῖν εὐδοκιμεῖ, οἱο῀ν ἐν τοῖσδε, αὖτις ἐπὶ δάπεδόνδε κυλίνδετο λᾶας ἀναιδής, καὶ ἔπτατ ὀιστός, καὶ ἐπιπτέσθαι μενεαίνων, καὶ ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι, καὶ αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα. ἐν πᾶσι γὰρ τούτοις διὰ τὸ ἔμψυχα εἶναι ἐνεργοῦντα φαίνεται: τὸ ἀναισχυντεῖν γὰρ καὶ μαιμᾶν καὶ τὰ ἄλλα ἐνέργεια. ταῦτα δὲ προσῆψε διὰ τῆς κατ ἀναλογίαν μεταφορᾶς: ὡς γὰρ ὁ λίθος πρὸς τὸν Σίσυφον, ὁ ἀναισχυντῶν πρὸς τὸν ἀναισχυντούμενον. ποιεῖ δὲ καὶ ἐν ταῖς εὐδοκιμούσαις εἰκόσιν ἐπὶ τῶν ἀψύχων ταὐτά:

κυρτά, φαληριόωντα: πρὸ μέν τ ἄλλ, αὐτὰρ ἐπ ἄλλα: κινούμενα γὰρ καὶ ζῶντα ποιεῖ πάντα, ἡ δ ἐνέργεια κίνησις. δεῖ δὲ μεταφέρειν, καθάπερ εἴρηται πρότερον, ἀπὸ οἰκείων καὶ μὴ φανερῶν, οἱο῀ν καὶ ἐν φιλοσοφίᾳ τὸ ὅμοιον καὶ ἐν πολὺ διέχουσι θεωρεῖν εὐστόχου, ὥσπερ Ἀρχύτας ἔφη ταὐτὸν εἶναι διαιτητὴν καὶ βωμόν:

ἐπ ἄμφω γὰρ τὸν ἀδικούμενον καταφεύγειν. ἢ εἴ τις φαίη ἄγκυραν καὶ κρεμάθραν τὸ αὐτὸ εἶναι: ἄμφω γὰρ ταὐτό τι, ἀλλὰ διαφέρει τῷ ἄνωθεν καὶ κάτωθεν. καὶ τὸ ἀνωμαλίσθαι τὰς πόλεις ἐν πολὺ διέχουσιν ταὐτό, ἐν ἐπιφανείᾳ καὶ δυνάμεσι τὸ ἴσον. ἔστιν δὲ καὶ τὰ ἀστεῖα τὰ πλεῖστα διὰ μεταφορᾶς καὶ ἐκ τοῦ προσεξαπατᾶν:

μᾶλλον γὰρ γίγνεται δῆλον ὅ τι ἔμαθε παρὰ τὸ ἐναντίως ἔχειν, καὶ ἐοίκεν λέγειν ἡ ψυχὴ "ὡς ἀληθῶς, ἐγὼ δὲ ἥμαρτον" . καὶ τῶν ἀποφθεγμάτων δὲ τὰ ἀστεῖά ἐστιν ἐκ τοῦ μὴ ὅ φησι λέγειν, οἱο῀ν τὸ Στησιχόρου, ὅτι οἱ τέττιγες ἑαυτοῖς χαμόθεν ᾄσονται. καὶ τὰ εὖ ᾐνιγμένα διὰ τὸ αὐτὸ ἡδέα μάθησις γάρ ἐστι καὶ μεταφορά, καὶ ὃ λέγει Θεόδωρος τὸ καινὰ λέγειν. γίγνεται δὲ ὅταν παράδοξον ᾖ, καὶ μή, ὡς ἐκεῖνος λέγει, πρὸς τὴν ἔμπροσθεν δόξαν, ἀλλ ὥσπερ ἐν τοῖς γελοίοις τὰ παραπεποιημένα ὅπερ δύναται καὶ τὰ παρὰ γράμμα σκώμματα: ἐξαπατᾷ γάρ, καὶ ἐν τοῖς μέτροις: οὐ γὰρ ὥσπερ ὁ ἀκούων ὑπέλαβεν: ἔστειχε δ ἔχων ὑπὸ ποσσὶ χίμεθλα: ὁ δ ᾤετο πέδιλα ἐρεῖν. τούτου δ ἅμα λεγομένου δεῖ δῆλον εἶναι. τὰ δὲ παρὰ γράμμα ποιεῖ οὐχ ὃ λέγει λέγειν, ἀλλ ὃ μεταστρέφει ὄνομα, οἱο῀ν τὸ Θεοδώρου εἰς Νίκωνα τὸν κιθαρῳδὸν "θράξει σε" , προσποιεῖται γὰρ λέγειν τὸ "Θρᾷξ εἶ σύ" καὶ ἐξαπατᾷ: ἄλλο γὰρ λέγει. διὸ μαθόντι ἡδύ, ἐπεὶ εἰ μὴ ὑπολαμβάνει Θρᾷκα εἶναι, οὐ δόξει ἀστεῖον εἶναι. καὶ τὸ "βούλει αὐτὸν πέρσαι" .

δεῖ δὲ ἀμφότερα προσηκόντως λεχθῆναι. οὕτω δὲ καὶ τὰ ἀστεῖα, οἱο῀ν τὸ φάναι Ἀθηναίοις τὴν τῆς θαλάττης ἀρχὴν μὴ ἀρχὴν εἶναι τῶν κακῶν: ὄνασθαι γάρ. ἢ ὥσπερ Ἰσοκράτης τὴν ἀρχὴν τῇ πόλει ἀρχὴν εἶναι τῶν κακῶν. ἀμφοτέρως γὰρ ὃ οὐκ ἂν ᾠήθη τις ἐρεῖν, τοῦτ εἴρηται, καὶ ἐγνώσθη ὅτι ἀληθές: τό τε γὰρ τὴν ἀρχὴν φάναι ἀρχὴν εἶναι οὐθὲν σοφόν, ἀλλ οὐχ οὕτω λέγει ἀλλ ἄλλως, καὶ ἀρχὴν οὐχ ὃ εἶπεν ἀπόφησιν, ἀλλ ἄλλως. ἐν ἅπασι δὲ τούτοις, ἐὰν προσηκόντως τὸ ὄνομα ἐνέγκῃ ὁμωνυμίᾳ ἢ μεταφορᾷ, τότε τὸ εὖ.

οἱο῀ν "Ἀνάσχετος οὐκ ἀνασχετός" ὁμωνυμίᾳ ἀπέφησε, ἀλλὰ προσηκόντως, εἰ ἀηδής. καὶ οὐκ ἂν γένοιο μᾶλλον ἤ σε δεῖ ξένος: "ξένος" <γὰρ> "οὐ μᾶλλον ἤ σε δεῖ" τὸ αὐτὸ καὶ "οὐ δεῖ τὸν ξένον ξένον ἀεὶ εἶναι" : ἀλλότριον γὰρ καὶ τοῦτο. τὸ αὐτὸ καὶ τὸ Ἀναξανδρίδου τὸ ἐπαινούμενον, καλόν γ ἀποθανεῖν πρὶν θανάτου δρᾶν ἄξιον: ταὐτὸ γάρ ἐστι τῷ εἰπεῖν "ἄξιόν γ ἀποθανεῖν μὴ ὄντα ἄξιον ἀποθανεῖν" , ἢ "ἄξιόν γ ἀποθανεῖν μὴ θανάτου ἄξιον ὄντα" , ἢ "μὴ ποιοῦντα θανάτου ἄξια" . τὸ μὲν οὖν εἶδος τὸ αὐτὸ τῆς λέξεως τούτων:

ἀλλ ὅσῳ ἂν <ἐν> ἐλάττονι καὶ ἀντικειμένως λεχθῇ, τοσούτῳ εὐδοκιμεῖ μᾶλλον. τὸ δ αἴτιον ὅτι ἡ μάθησις διὰ μὲν τὸ ἀντικεῖσθαι μᾶλλον, διὰ δὲ τὸ ἐν ὀλίγῳ θᾶττον γίνεται. δεῖ δ ἀεὶ προσεῖναι ἢ τὸ πρὸς ὃν λέγεται ἢ ὀρθῶς λέγεσθαι, εἰ τὸ λεγόμενον ἀληθὲς καὶ μὴ ἐπιπόλαιον <ἔσται>:

ἔστιν γὰρ ταῦτα χωρὶς ἔχειν, οἱο῀ν "ἀποθνῄσκειν δεῖ μηθὲν ἁμαρτάνοντα" ἀλλ οὐκ ἀστεῖον, "τὴν ἀξίαν δεῖ γαμεῖν τὸν ἄξιον" , ἀλλ οὐκ ἀστεῖον, ἀλλ <ἢ> ἐὰν ἅμα ἄμφω ἔχῃ: "ἄξιόν γ ἀποθανεῖν μὴ ἄξιον ὄντα τοῦ ἀποθανεῖν" . ὅσῳ δ ἂν πλείω ἔχῃ, τοσούτῳ ἀστειότερον φαίνεται, οἱο῀ν εἰ καὶ τὰ ὀνόματα μεταφορὰ εἰή καὶ μεταφορὰ τοιαδὶ καὶ ἀντίθεσις καὶ παρίσωσις, καὶ ἔχοι ἐνέργειαν. εἰσὶν δὲ καὶ αἱ εἰκόνες, ὥσπερ εἴρηται καὶ ἐν τοῖς ἄνω, αἱ εὐδοκιμοῦσαι τρόπον τινὰ μεταφοραί:

ἀεὶ γὰρ ἐκ δυοῖν λέγονται, ὥσπερ ἡ ἀνάλογον μεταφορά, οἱο῀ν "ἡ ἀσπίς" , φαμέν, "ἐστι φιάλη Ἄρεως" , καὶ "<τὸ> τόξον φόρμιγξ ἄχορδος" . οὕτω μὲν οὖν λέγουσιν οὐχ ἁπλοῦν, τὸ δ εἰπεῖν τὸ τόξον φόρμιγγα ἢ τὴν ἀσπίδα φιάλην ἁπλοῦν. καὶ εἰκάζουσιν δὲ οὕτως, οἱο῀ν πιθήκῳ αὐλητήν, λύχνῳ ψακαζομένῳ εἰς μύωπα:

ἄμφω γὰρ συνάγεται. τὸ δὲ εὖ ἐστὶν ὅταν μεταφορὰ ᾖ:

ἔστιν γὰρ εἰκάσαι τὴν ἀσπίδα φιάλῃ Ἄρεως καὶ τὸ ἐρείπιον ῥάκει οἰκίας, καὶ τὸ τὸν Νικήρατον φάναι Φιλοκτήτην εἶναι δεδηγμένον ὑπὸ Πράτυος, ὥσπερ εἴκασεν Θρασύμαχος ἰδὼν τὸν Νικήρατον ἡττημένον ὑπὸ Πράτυος ῥαψῳδοῦντα, κομῶντα δὲ καὶ αὐχμηρὸν ἔτι. ἐν οἷς μάλιστά τ ἐκπίπτουσιν οἱ ποιηταὶ ἐὰν μὴ εὖ, καὶ ἐὰν εὖ, εὐδοκιμοῦσιν: λέγω δ ὅταν ἀποδιδῶσιν: ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖ. ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ. καὶ τὰ τοιαῦτα πάντ εἰκόνες εἰσίν. αἱ δ εἰκόνες ὅτι μεταφοραί, εἴρηται πολλάκις. καὶ αἱ παροιμίαι δὲ μεταφοραὶ ἀπ εἴδους ἐπ εἶδος εἰσίν:

οἱο῀ν ἄν τις ὡς ἀγαθὸν πεισόμενος αὐτὸς ἐπαγάγηται, εἶτα βλαβῇ, "ὡς ὁ Καρπάθιός" , φασιν, "τὸν λαγώ" : ἄμφω γὰρ τὸ εἰρημένον πεπόνθασιν. ὅθεν μὲν οὖν τὰ ἀστεῖα λέγεται καὶ διότι, σχεδὸν εἴρηται τὸ αἴτιον: εἰσὶν δὲ καὶ <αἱ> εὐδοκιμοῦσαι ὑπερβολαὶ μεταφοραί, οἱο῀ν εἰς ὑπωπιασμένον "ᾠήθητε δ ἂν αὐτὸν εἶναι συκαμίνων κάλαθον" :

ἐρυθρὸν γάρ τι τὸ ὑπώπιον, ἀλλὰ τοῦτο πολὺ σφόδρα. τὸ δὲ "ὥσπερ τὸ καὶ τὸ" ὑπερβολὴ τῇ λέξει διαφέρουσα. ὥσπερ Φιλάμμων ζυγομαχῶν τῷ κωρύκῳ, "ᾠήθης δ ἂν αὐτὸν Φιλάμμωνα εἶναι μαχόμενον τῷ κωρύκῳ" . ὥσπερ σέλινον οὖλα τὰ σκέλη φορεῖν, "ᾠήθης δ ἂν οὐ σκέλη ἀλλὰ σέλινα ἔχειν, οὕτως οὖλα" . εἰσὶ δ αἱ ὑπερβολαὶ μειρακιώδεις:

σφοδρότητα γὰρ δηλοῦσιν. διὸ ὀργιζόμενοι λέγουσιν μάλιστα: οὐδ εἴ μοι τόσα δοίη ὅσα ψάμαθός τε κόνις τε. κούρην δ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρεΐδαο,οὐδ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι,ἔργα δ Ἀθηναίῃ: διὸ πρεσβυτέρῳ λέγειν ἀπρεπές: χρῶνται δὲ μάλιστα τούτῳ Ἀττικοὶ ῥήτορες.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION