호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
εἰς ὄγκον δὲ τῆς λέξεως συμβάλλεται τάδε, τὸ λόγῳ χρῆσθαι ἀντ ὀνόματος, οἱο῀ν μὴ κύκλον, ἀλλ ἐπίπεδον τὸ ἐκ τοῦ μέσου ἴσον:? εἰς δὲ συντομίαν τὸ ἐναντίον, ἀντὶ τοῦ λόγου ὄνομα. καὶ ἐὰν αἰσχρὸν ἢ ἀπρεπές, ἐὰν μὲν ἐν τῷ λόγῳ ᾖ <τὸ> αἰσχρόν, τοὔνομα λέγειν, ἐὰν δ ἐν τῷ ὀνόματι, τὸν λόγον.
καὶ μεταφορᾷ δηλοῦν καὶ τοῖς ἐπιθέτοις, εὐλαβούμενον τὸ ποιητικόν.
καὶ τὸ ἓν πολλὰ ποιεῖν, ὅπερ οἱ ποιηταὶ ποιοῦσιν:
ἑνὸς ὄντος λιμένος ὅμως λέγουσι λιμένας εἰς Ἀχαϊκούς καὶ δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί. καὶ μὴ ἐπιζευγνύναι, ἀλλ ἑκατέρῳ ἑκάτερον, "τῆς γυναικὸς τῆς ἡμετέρας" :
ἐὰν δὲ συντόμως, τοὐναντίον, "τῆς ἡμετέρας γυναικός" . καὶ μετὰ συνδέσμου λέγειν:
ἐὰν δὲ συντόμως, ἄνευ μὲν συνδέσμου, μὴ ἀσύνδετα δέ, οἱο῀ν "πορευθεὶς καὶ διαλεχθείς" , "πορευθεὶς διελέχθην" . καὶ τὸ Ἀντιμάχου χρήσιμον, ἐξ ὧν μὴ ἔχει λέγειν, ὃ ἐκεῖνος ποιεῖ ἐπὶ τοῦ Τευμησσοῦ, ἔστι τις ἠνεμόεις ὀλίγος λόφος:
αὔξεται γὰρ οὕτως εἰς ἄπειρον. ἔστι δὲ τοῦτο καὶ ἐπὶ ἀγαθῶν καὶ κακῶν, ὅπως οὐκ ἔχει, ὁποτέρως ἂν ᾖ χρήσιμον, ὅθεν καὶ τὰ ὀνόματα οἱ ποιηταὶ φέρουσιν, τὸ ἄχορδον καὶ τὸ ἄλυρον μέλος: ἐκ τῶν στερήσεων γὰρ ἐπιφέρουσιν: εὐδοκιμεῖ γὰρ τοῦτο ἐν ταῖς μεταφοραῖς λεγόμενον ταῖς ἀνάλογον, οἱο῀ν τὸ φάναι τὴν σάλπιγγα ἱέναι μέλος ἄλυρον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기