호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὁ δὲ στρατὸσ ὁ Ἀντωνίου καὶ Καίσαροσ τὸν τῶν στρατηγῶν λόγον ἐπηλήθευσαν, διὰ μιᾶσ ἡμέρασ καὶ δι’ ἑνὸσ ἔργου κίνδυνον ἔσχατον λιμοῦ καὶ δέοσ ἀπωλείασ ἐσ εὐπορίαν δαψιλῆ καὶ σωτηρίαν ἀσφαλῆ καὶ νίκην εὐκλεῆ μεταβαλόντεσ. ἀπήντησέ γε μὴν αὐτοῖσ καὶ ὃ συνιόντεσ ἐσ τὴν μάχην ἐπεμαντεύσαντο Ῥωμαίοισ· ἐκρίθη γὰρ αὐτῶν ἡ πολιτεία παρ’ ἐκεῖνο τὸ ἔργον μάλιστα καὶ οὐκ ἐπανῆλθεν ἐσ δημοκρατίαν ἔτι, οὐδὲ πόνων αὐτοῖσ ἐσ ἀλλήλουσ ἐδέησεν ὁμοίων, χωρίσ γε τῆσ μετ’ οὐ πολὺ Ἀντωνίου καὶ Καίσαροσ στάσεωσ, ὑστάτησ Ῥωμαίοισ γενομένησ. τὰ δ’ ἐν μέσῳ μετὰ Βροῦτον ὑπό τε Πομπηίου καὶ τῶν διαφυγόντων Κασσίου καὶ Βρούτου φίλων, λείψανα τοσῆσδε παρασκευῆσ μεγάλα ἐχόντων, οὔτε ταῖσ τόλμαισ ὅμοια ἔτι ἐγίγνετο οὔτε ταῖσ τῶν ἀνδρῶν ἢ πόλεων ἢ στρατῶν ἐσ τοὺσ ἡγεμόνασ ὁρμαῖσ· οὐ γάρ τισ αὐτοῖσ τῶν ἐπιφανῶν ἔτι οὐδ’ ἡ βουλὴ οὐδὲ ἡ δόξα αὕτη, ὡσ ἐσ Κάσσιόν τε καὶ Βροῦτον, ἀπήντα.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기